{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 143","citation":"Joel, Chronographia Compendiaria 143","ref":"143","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/143","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/143","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/143.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":361,"text":"Νεροωνίταις δὲ μνησικακῶν ἀπὸ τῆς ἐξο.ρίας στόλον ἐξώπλισε κατ´ αὐτῶν, καὶ ἀπέστειλε τῷ πατρικίῳ Μαύρῳ τοῦτον ἐγχειρισάμενος. Οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύβρισαν, τὸν δὲ ἐκεῖσε ἐξόρι στον ὅντα ὑπὸ Ἀψιμάρου Φιλιππικὸν, υἱὸν Νικηφόρου πατρικίου, βασιλέα θᾶττον ἀνηγόρευσαν, Ὅπερ γνοὺς ὁ τύραννος Ἰουστινιανὸς, καὶ ἐπὶ πλεῖνν θυμωθεὶς καὶ φοβηθείς ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. Τοῦ δὲ Φιλπ πικοῦ σὺν στόλῳ καταλαβόντος, Ἰουστινιανὸς πρὸς τὸν Δημήτριον ἀπέδρα, καταλειφθεί; ὑπὸ πάντων· ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος ἀνεῖλεν αἰσχρῶς, καὶ τὴν κεφαλὴν αὐτοῦ τοῖς Σκύθαις ἐξέπεμψεν. Ἀναιρεῖ δὲ καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἔτη βʹ· ὃν Γεώργιος πατρίκιος, ᾧ ἐπίκλην Βόραφος, καὶ Θεόδωρος πατρίκιος ὁ Μύξης μετά ταξεωτῶν αἴφνης ἐκ τῆς Θράκης ἐλθόντες καὶ εἰσπηδήσαντες ἁρπάζουσι καὶ εὐθὺς τυφλοῦσι, καὶ τῇ ἐπαύριον συναχθέντος τοῦ λαοῦ ἐν τῇ ΚἈεγάλῃ ἐκκλησίᾳ ἔστεψαν Ἀρτέμιον πρωτασηκρίτην. Μετὰ δὲ Φιλιππικὸν ἐβασίλευσεν Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ, ἐφ´ οὗ καὶ Γερμανὸς ἐκ τῆς μητροπόλεως Κυζίκου μετετέθη εἰς Κωνσταντινούπολιν πατριάρχης. Ὁ δὲ κατὰ τῶν Ἀγαρηνῶν παρ´ αὐτοῦ σταλεὶς στόλος στασιάσας καὶ τὸν βασιλέα ἀνασκάψας καὶ τὸν οἰκεῖον ἄρχοντα ἀνελὼν ἀνήρχετο κατὰ τῆς βασιλίδος πόλεως. Ἐλθόντες δὲ ἐν τῷ Ἀτραμύτῳ εὖρον ἐκεῖσε Θεοδόσιον ἐκλήπτορα τῶν δημοσίων φόρων, ἄνδρα δυσσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα· ὃς ἐπὶ τὰ Θρᾳκῷα περάσας μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης εἰσῄει. Ὁ δὲ Ἀρτέμιος ἐν Νικαίᾳ φυγὼν, λόγον τε ἀπαθείας λαβών, τὸ μοναδικὸν περιεβάλετο σχῆμα· ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώρισεν. Λέων δὲ ὁ καὶ Ἴσαυρος καὶ τῶν ἀνατολικῶν στρατηγὸς ὑπερμαχῶν Ἀρτεμίῳ οὐχ ὑπετάγη Θεοδοσίῳ. Μετὰ δὲ Ἀρτέμιον ἐβασίλευσε Θεοδόσιος ὁ Ἀτραμυτινὸς ἔτη βʹ, ἐφ´ ου Λέων ὁ σαῦρος ὑπὸ Μαλσάόα τοῦ τῶν Σαρακηνῶν ἀρχηγοῦ συγκρατηθείς καὶ παρὰ τάντων εὐσνανθείς μετὰ πλείστου στρατοῦ καταλαμβάνει τὴν Χρυσόπολιν. Ὁ δὲ Θεοδόσιος, λόγον ἀπαθείας παρ´ αὐτοῦ λαβῶν, παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν υἱῷ γενόμενος. Τον αὐτὸν δέ φασιν οἱ ἱστορικοὶ καὶ χρυσογράφον εἰναι, καὶ γεγονέναι ἐπίσκοπον Ἐφέσου ὑπ´ αὐτοῦ. Μέσα δὲ Θεοδόσιον ἐβασίλευσε Λέων ὁ Ἱσαυρ ς ὁ καὶ Κόνων ἔτη κεʹ, πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος διὰ τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν. Ἔστεψε δὲ τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Καὶ νόσῳ δυσεντερίας ὁ παμμίαρος καὶ ἀλάστωρ περιπεσὼν τὴν ψυχὴν αἰσχρῶς ἀπέρρηξεν.","prev":{"citation":"Chronographia Compendiaria 142","label":"142","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/142","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/142"},"next":{"citation":"Chronographia Compendiaria 144","label":"144","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/144","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/144"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}