{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Chronographia Compendiaria 145","citation":"Joel, Chronographia Compendiaria 145","ref":"145","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/145","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/145","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/145.md","author":{"name":"Joel","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel"},"work":{"title":"Chronographia Compendiaria","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria","urn":"urn:cts:greekLit:tlg3140.tlg001"},"verse":false,"words":411,"text":"ὁ παμβέβηλος τόν τε ἁγιώτατον Νικηφόμν ἐξώρισε καὶ πολλοὺς ἄλλους τῶν τῆς εὐσεβείας προμάχων μυρίοις δεινοῖς περιέβαλεν. Ὃν ἡ θεία δίκη μετῆλθε κατὰ τὴν ἑορτὴν τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν ἔνδον τοῦ ναοῦ μεληδὸν κατακοπέντα, καὶ οὕτω τὴν ἀνόσιον αὐτοῦ καὶ ἀθλίαν ψυχὴν ἀποῤῥήξαντα. Μετὰ δὲ ταῦτα ἐβασίλευσε Μιχαὴλ ὁ Ἀμοῤῥαῖος ἔτη η καὶ μῆνας θʹ· ἔστεψε δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεόφιλον· ὃς ὕστερον ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῇν. Ἔσχε δὲ τὴν ἀρχὴν ἀντ´ αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εὐφροσύνης. Μετὰ οὖν Μιχαὴλ ἐβασίλευσε Θεόφιλος ὁ υἱὸ, αὐτοῦ, ὁ νέος Βαλτάσαρ, τῶν ἀγίων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος, ἔτη ιβʹ καὶ μῆνας γ´ Κάϊν ἀπέθανε δυσεντερικῶς. Ἰ δὲ τούτου μήτηρ Εὐφροσύνη, ἐκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γάστρια, ἡσύχαζεν. Αὐτ´ ς δὲ στέφει τὸν υἱὸν αὐτοῦ Μιχαήλ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, οὗ δυσεντερικῇ νόσῳ, ὡς εἴρηται, κακῶς καὶ ἀθλίως τὴν ψυχὴν ἀποῤῥήξαντος, ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τὸν ναόν τῶν Ἀγίων Ἀποστόλων. Μετὰ δὲ Θεόφιλον ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ, ὁ λεγόμενος Μεθυστὴς, σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδ´, μόνος δὲ ἔτη ιʹ, σύν τῷ Βασιλείῳ δὲ ἔτος αʹ καὶ μῆνας δ´· ὃς, τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν θεοστυγῆ αὐτοῦ αἵρεσιν ἀποσει. σάμενος. τὴν ἔκπαλαι θεοφιλῆ καὶ ὀρθὴν πίστιν ἀνεκήρυξε καὶ τὸν ἐν ἁγίοις Μεθόδιον πατριάρχην προεβάλετο. Τούτου δὲ πρὸς Κύριον ἐκδημήσαντος χειροτονεῖται ἀντ´ αὐτοῦ Ἰγνάτιος υἱὸς Μιχαὴλ τοῦ κουροπαλάτου, ὃν ὁ Καῖσαρ Πάρδας, ὡς παρ´ αὐτοῦ ἐλεγχόμενος ἐπί τινι μύσει παρ´ αὐτοῦ πραττομένῳ, βίᾳ τῆς ἐκκλησίας ἐξέωσεν· ἀντ´ αὐτοῦ δὲ χειροτονεῖ πατριάρχην τὸν Φώτιον. Ὁ δὲ Μιχαὴλ ἀναιρεῖται βουλῇ Βασιλείου. Βασίλειος ὁ Μακεδὼν, ὁ λεγόμενος Κεφαλᾶ, ἐβασίλευσε μετὰ Μιχαήλ μὲν ἔτος αʹ καὶ μῆνας δʹ, μόνος δὲ ἔτη ιθʹ. Οὕτος, Φώτιον τοῦ θρόνου ἐξώσας ὡς ἐλεγχθεὶς ὑπ´ αὐτοῦ διά τὸν τοῦ Λιχαὴλ φόνον, προεχειρίσατο τὸν ἐν ἀγίοις Ἰγνάτιον πατριάρχην τὸ δεύτερον. Τούτου δὲ τελευτήσαντος πάλιν Φώτιος προχειρίζεται. Τοῦτον τὸν βασιλέα ἐξελθόντα πρὸς τὸ κυνηγῆσαι καὶ ἔλαφον παμμεγέθη ἀναφανεῖσάν ποθεν καταδιώκοντα, ἐπιστραφεῖσα ἦρε τοῦτον μετὰ τοῦ κέρατος αὐτῆς τοῦ ἴππου ἐκ τῆς ζώνης· φθάσας δέτις καὶ σπάθῃ τὴν ζώνην ἐκκόψας ἐῤῥύσατο αὐτόν. Ἐκ τοῦ τοιούτου οὖν τῆς ἐλάφου σπαράγματος νοσηλευθεὶς τελευτᾷ, Λέοντα καταλιπὼν αὐτοκράτορα καὶ τὸν αὐτοῦ ἀδελφὸν Ἀλέξανδρον. Ὁδὲ Λέων ἐβασίλευσεν ἔτη κε´ καὶ μῆνας ηʹ. Στέφανος δὲ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγ· κελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρεφόμενος ταρ´ αὐτῷ καὶ παιδευόμενος. Τὸν οὖν Φώτιον διά τινας αἰτίας ὁ βασιλεὺς τοῦ θρόνου καταγαγὼν Στέφανον τὸν ἑαυτοῦ ἀδελ, ὸν πατριάρχην προβάλλεται.","prev":{"citation":"Chronographia Compendiaria 144","label":"144","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/144","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/144"},"next":{"citation":"Chronographia Compendiaria 146","label":"146","url":"https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/146","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/146"},"credit":{"text":"Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003914","quality":"ocr"}}