{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 503","citation":"Josephus Genesius, Βασιλεῖαι 503","ref":"503","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/503","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/503","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/503.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":286,"text":"πρὸς Λέοντα μετὰ καὶ βασιλικῶν συμβόλων, προτρέψαι τε καὶ τὴν σύγκλητον ἀπιέναι πρὸς τὴν τούτου ἀπάντησιν, ὡς μή τινα ῥανίδα Χριστιανικοῦ αἵματος ἐκχεθῆναι αὐτοῦ ἕνεκα. Ἐφ´ ὅτῳ τὴν ἑαυτοῦ γαμετὴν Προκοπίαν ζηλοτυπήσασαν τοιοῦτον εἰπεῖν· «Δεινόν γε δεινὸν, ἐὰν ἡ τοῦ τυράννου σύζυγος Λέοντος περιβάλοι τὸν μοδίολον, « βάρκαν αὐτὴν ὀνομάσασα. Ὁ δὲ ταύτην φρονίμοις λόγοις ἀποκρουσάμενος εἴρηκεν· «Καλὸν τῇ τοῦ Κυρίου δοκήσει συνέπεσθαι τὰ γινόμενα» Τοῦ δὲ τυράννου καταλαβόντος διὰ τῆς Χρυσῆς πύλης τὸν τοῦ Προδρόμου ναὸν ὃν ἐδείματο Στούδιος, πολλοὶ τῆς γερουσίας ἢ καὶ σχεδὸν ἅπαν τες προσῄεσαν αὐτῷ, ὃν καὶ δορυφοροῦντες μετὰ τοῦ συνεπομένου ὄχλου τοῖς βασιλείοις ἀπήγαγον Καὶ δὴ εἰσιὼν καὶ πρὸ τῶν χαλκηλάτων ἐπιστὰς πυλῶν, ἐπὶ τῷ κατ´ ἐπιφάνειαν κυκλικῷ τε καὶ περιπορφύρῳ μαρμάρῳ, εὐχὴν χαριστήριον ἀποὸῶσων τῶ ἐκεῖσε Χριστοῦ τοῦ Θεοῦ εἰκονίσματι, εἴτε ἀληθείᾳ εἴτε προσχήματι, ἐκδιδύσκεται τὴν ἐσθῆτα ἣν ἐπεβέβλητο ἐν δυσὶ ῥοδοειδέσι χροιαῖς ἀετίζουσαν, ἣν κολόβιον τῇ ἐγχωρίῳ ῥήσει. προσονομάζουσιν, καὶ ταύτην ἀνειμένην ζωστῆρος κατὰ τὸ ἔκπαλαι τηρηθὲν ἔθος τοῖς στρατηλάταις καὶ Μιχαήλ τῶν αὐτοῦ ἱπποκόμων πρωτάρχῳ περιφανῶς ἐπιδίδωσιν. Τοῦ δὲ ταύτην ἐξαυτῆς ἀναβαλλομένου εἰς οἰωνὸν μετὰ Λέοντα βασιλικῆς ἐπιξάσειως τοῖς εἰδόσι λελόγιστο. Περὶ δέ τινα τοῦ παλατίου χῶρον οὓ ἐπώνυμον τὰ Σκῦλα, ὁ Μιχαὴλ τῆς ἐσθῆτος τοῦ Λέοντος τὸ ἄκρον ἐπιβάσει καθύβρι σεν, εἴτε ἐκ προπετείας τοῦτο καταπραξάμενος, ἔτε τῆς ἄνω Προνοίας τὸ μέλλον προχαραττούσης. Ἐν συναισθήσει δὲ τούτου Λέων γενόμενος νεωτερισμόν τινα παρ´ αὐτοῦ ἔσεσθαι ἑαυτὸν» οἰωνίσατο. Καὶ δὴ τοῖς εἴσω τῶν βασιλείων χωρήσαντος Λέοντος, εὐθέως τὰς τρίχας κειράμενοι Μιχαήλ τε ὁ βασιλεὺς καὶ ἡ τούτου γε σύνευνος σὺν παισὶν, ἱκέται ἐλεεινοὶ τῷ εὐκτηρίῳ οἴκῳ τῆς ὑπεραγίας Θεοτόκου ὃς Φάρος κατονομάζεται δείκνυνται, εὐμενείας τινὸς ἀξιοῦντες τυχεῖν. Ὁ δὲ τῇ δυσωπήσει ἐπιπειθὴς γεγονὼς ἄνεσιν ζωῆς αὐτοῖς ἐδικαίωσεν, πέμπει τε τὸν Μιχαήλ ἔν τινι φροντιστηρίῳ διατελεῖν τῷ μονήρει βίῳ συμφρασσό","prev":{"citation":"Βασιλεῖαι 502","label":"502","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/502","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/502"},"next":{"citation":"Βασιλεῖαι 504","label":"504","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/504","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/504"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}