{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 506","citation":"Josephus Genesius, Βασιλεῖαι 506","ref":"506","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/506","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/506","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/506.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":271,"text":"διενήργητο. Ἡτις ὀξέως ἐν χωρίῳ λιθίνῳ, ὃ Βουκολέων προσαγορεύεται, προσχωροῦσα διαπρυσίως φωνὴν ἐκεκράγει πρὸς βασιλέα· «Κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων.» Τοῦ γοῦν τοιούτου προσφωνήματος πολλάκις ἐκλαληθέντος ὁ βασιλεὺς εἰκότως καταπλαγεὶς καὶ οὐκ ἔλαττον ὑποπτήξας, κοινολογεῖται περὶ τούτου Θεοδότῳ σπαθαροκανδιδάτῳ καὶ οἰκείῳ γνωστῷ, τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ πρὸς γένους Μελισσηνοῦ, οὗ τὸ εὔφημον Κασσιτηρᾶς διηκούετο, ὡς εἴπερ ἐγκάτοχον γένηται τὸ κοράσιον, ἔν τινι κατασχεῖν πάντως οἰκίᾳ καὶ διερευνᾶσθαι καὶ φράζιιν τίνος αὕτη ὑπάρχει ἡ οἰκία καὶ τούτου ὁποῖον τὸ γνώριμον. Τῆς δὲ ἀνακαλυψάσης τὴν ἐπιζητουμένην κλῆσιν καὶ χαρακτῆρα, προτρέψασθαί γε αὐτῷ εὐκαίρως κατὰ τὴν ἀκρόπολιν ἀφΤχθαι, καθ´ ἡν συγκυρῆσαι δύο ἄνδρας, ἐξ ὧν ἡμιόνου ὁ ἐπιβάτης τῷ βασιλικῷ θρόνῳ σχηματίσειεν. Καὶ τὰ μὲν τῆς ἐξεστηκυίας τοιαῦτα, τὰ δὲ τῆς τοῦ βασιλέως ἀκριβείας κατὰ τὸ εἰκὸς ἐπεξεργαστικώτερα, οἷα περὶ τῆς αὐτοῦ βασιλείας ἐμμεριμνῶντος. Ἀκριβολογηθεὶς γὰρ παρ´ αὐτοῦ ὁ Θεόδοτος ἀπηνήνατο μὴ ἐγνωκέναι μηδὲν τῶν παρὰ τῆς Πυθωνίας φληναφουμένων· ἀπιὼν δὲ πρὸς τὸν διωρισμένον χῶρον ὡς προδιήγτελτο ἐθεάσατο, καὶ τὸν ἄνδρα προσλαβόμενος ἅμα αὐτῷ ἄπεισιν ἐν τῷ ναῷ Παύλου τοῦ ἀποστόλου, ἐν ᾦπερ ὀρφανῶν τὰ πρὸς ἀποτροφὴν τεταμίευται Καὶ ἐκεῖσε συνθήκαις ἀλλήλους κατεγγυησάμενοι, θαῤῥεῖ πρὸς τὸν Λέοντα ὁ Θεόδοτος τοιαῦτα ἐρεῖν, ὡς «Ἐκ θείας ὁράσεως περὶ σοῦ μοι διέγνωσται μέγιστά τε καὶ ἀποβησόμενα, δι´ ὧν τῆς Ῥωμαίων πάντως ἡγεμονίας μεταποιὶ σειας.» Συμβεβηκότος δὲ πολέμου μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, καὶ τοῦ μὲν αὐτῶν ἀρχηγοῦ Κρούμμου φάσκοντος ἀναδίδοσθαι τοὺς προσφυγόντας Βουλγάρων, ὡσαύτως δὲ καὶ Ῥωμαίων, ἐπὶ τούτοις ὁ βασιλεὺς συμβαίνων ἦν, κἀν τοῖς πολλοῖς τῶν μεγιστάνων ἡ τοιαύτη γνῶσις λίαν ἐστασιάζετο οὐχ ἥκιστα δὲ καὶ Θεοκτίστῳ μαγίστρῳ· παρ´ ὧν ἀσυμφωνίας συντελεσθείσης πρὸς ἐναντιότητα χώροῦσιν ἀμφότεροι. Ἐκστρατεύουσι τοιγαροῦν Ῥωμαῖοί τε καὶ Βούλγαροι κατ´ ἀλλήλων, καὶ πολεμικῆς","prev":{"citation":"Βασιλεῖαι 505","label":"505","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/505","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/505"},"next":{"citation":"Βασιλεῖαι 507","label":"507","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/507","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/507"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}