{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 510","citation":"Josephus Genesius, Βασιλεῖαι 510","ref":"510","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/510","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/510","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/510.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":295,"text":"θεασάμενος. Ὁ οὖν Θεόδοτος, τὸν πατριαρχικὸν θρόνον παρ´ ἀξίαν ἀπειληφώς ἐν ἡμέρᾳ τῆς ζωοποιοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ἐπ´ ἀδείας τῆς αἱρέσεως εἴχετο καὶ πολλοῖς ταύτης οἰα λήμης ἐπεκοινώνει. Τοίνυν ὁ βασιλεὺς Λέων, κατά τε Βουλγάρων καὶ Ἀγαρηνῶν νεανιευσάμενος καὶ ἀηττήτῳ οἰήσει κατα.σχεθεὶς, ἀλαξονικώτερος ἅπασι κατεφαίνετο, ὡς ἐν. τεῦθεν καὶ ἀποκλίνειν πρὸς τὸ ὠμότερον. Καὶ γὰρ ἦν φοβερὸς τῷ τε καταστήματι καὶ τοῖς πράγμασι, μηδὲν παραθραύων τῆς ἐνούσης αὐτῳ αὐστηρίας βασκανίας τε καὶ ἰταμότητος, καὶ τοσοῦτον ὥστε πολλοῖς καὶ τῶν ἐπ μικροῖς ἑαλωκότων ἐγκλήμασιν ὥν μὲν χεῖρας ὑν δὲ πόδας καὶ τινα τῶν καιρίων μελῶν ἐν ταῖς λεωφόροις τῆς πόλεως συνεχῶς ἐγκρεμάννυσθαι, ὡς ἐκ τούτων μισητὸν καθεστάναι πᾶσι τοῖς ὑπὸ χεῖρα. Χρόνου δὲ προῖόντος οὐ μέχρι τούτων ἐνέμενε χαλεπὸς ὤν, ἀλλ´ ἐκορυβαντία καὶ κατὰ τῆς εὐσεβοῦς πίστεως. Εὗρε γὰρ καί τινα συνεργὸν τῆς ἐνδομυχούσης αὐτῷ μοχθηρίας, ἄνδρα πανοῦργον, ὃς ἐπιστατῶν τοῦ ἱεροῦ τάγματος ἐν τοῖς ἀνακτόροις ἐτύγχανε καὶ τὴν ἔξω φαινομένην εἶχεν εὐσέβειαν. Ὑποτοπάσας γοῦν καιρὸν καθ´ ὃν εἰς ἐπήκοον ἦν τὸ τοῦ Ἡσαΐου φάσκον διάγγελμα, «Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτάν ·» καὶ τὰ ἑξῆς, ἐν παραβύστῳ λέγει τῷ βασιλεῖ- «Ξύνες τοῖς λεγομένοις, ὧ βασιλεῦ, καὶ γνῶθι πὸ ἀληθὲς ὅπερ ὁ προφήτης ἡμῖν διεσάφησεν, καὶ τοιαύτης ἔχου λατρείας, καὶ μὴ τοῖς ἐξ ὁμοιωμάτων καταβεβρόντησο πάνυ σεβάσμασιν.» Τοιαῦτα εἰπὼν ἐνέσκηψεν αὐτῷ πολλῷ πλέον ἰὸν τῆς αἱρέσεως, δι´ ἧς φθορᾶσἵ μετεδίδου τοῖς εὐσεβοῦσι συστήμασιν, ἐξ ὧν τοὺς μὴ πειθαρχοῦντας ἀφειδῶς κατῃκίζετο. Οὗτος δὲ Λίων ὁ βασιλεὺς, κἂν δυσσεβὴς, ἀλλ τῶν δημοσίων πραγμάτων ἦν ἀντιληπτικώτατος, ώς μηδὲν τῶν ὀνησιφόρων παραλιμπάνειν ἀποἄοπτον ώς καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν Νικηφόρον τὸν πατριάρχην τοιαῦτα ἐρεῖν, ὡς ἄρα ἡ πολιτεία Ῥωμαίων κἂν δυσσεβῆ, ἀλλ´ οὖν γε μέγαν προμηθευτὴν ἵῬ ἀπολώλεκεν. Πρὸς τούτοις καὶ τοῖς","prev":{"citation":"Βασιλεῖαι 509","label":"509","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/509","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/509"},"next":{"citation":"Βασιλεῖαι 511","label":"511","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/511","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/511"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}