{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 516","citation":"Josephus Genesius, Βασιλεῖαι 516","ref":"516","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/516","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/516","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/516.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":284,"text":"πρός τινα τῶν μιαιφόνων, ὑπερμεγέθη ἄνδρα, οὗ τὸ ἕν καὶ ἥμισυ κατὰ τὸ γιγάντειον!· προσωνομάζετο μέγεθος, ἐπεφθέγξατο ὅρκῳ περιδεσιῶν οἷ. ἐναλάβετο. Ἀλλ´ ἀμείλικτον ὄπα κατὰ τοὺς Ἀντιμάχου παῖδας διήκουσεν, ἀντειπόντα ἐνόρκως αὐτῷ μηκέτι βιάσεσθαι. Καὶ εὐθέως τῇ κατακλεῖδε τὴν σπάθην καθεὶς τὴς χεῖρα διέσπασεν, ὥστε καὶ τὸ σταυρικὸν σχεδόν τι κέρας διακοπῆναι· εἶθ´ οὔτως αὐτὸν καὶ τῆς κεφαλῆς ἀπετείχισεν. Κατ´ αὐτὴν δὲ τὴν ὥραν φωνή τις ἀερόθεν ἐνήλατο ποντοποροῦσι ναυτίλοις, ὡς Λέων Ρ βασιλεὺς τῇδε διαπεφώνηεν · οἶ συμβαλόντες τὴν ἀκοὴν τήν τε νύκτα μετὰ τοῦτο καὶ ὥραν καθ´ ἑαυτοὺς ἐννοήσαντες τὸ ἀληθὲς διειλήφασιν. Κτείναντες δὲ τοῦτον οἱ φονευταὶ ἀνηλεῶς ἐν εὐλοειδέσι χώροις τοῖς πρὸς τὸ δέξιμον ἀπαγαγόντες κατέθεσαν, ὅπως ἐπὶ βραχὺ ἐκεῖσε προσμένοιεν· εἴχοντο γὰρ χρειωδεστέρων φροντίδων οἱ τῷ Μιχαήλσυναράμενοι, ὥστε τοῦτον μὲν τῆς εἰρκτῆς ἐξελέσθαι καὶ ἀναῤῥῆσαι πᾶσιν αὐτοκράτορα βασιλέα, ὅς διαιτήσοι τὰ πρὸς τὸν καιρὸν κατεπείγοντα, ἀσφαλείας δεούσης ἀπαιτουμένης, ἢν ταχέως εἰργάσατο. Καὶ διὰ τῶν Σκύλων ἑλκυσμῷ τὸ σῶμα λυγρῶς καταικίσαντες καὶ τῷ ἱπποδρόμῳ παραγυμνώσαντες καὶ ὑποζυγίῳ μετεωρίσαντες ἐπὶ πάσης τῆς λεωφόρου προήνεγκαν, εἶτα ἐμβαλόντες αὐτὸ ἐνὶ πλοίῳ καὶ τὴν σύμβιον σὺν τοῖς τέσσαρσι τούτων παισὶ, Συμβατίῳ τῷ καὶ μετονομασθέντι Ρ Κωνσταντίνῳ κατὰ τὸ στέψιμον, Βασιλείῳ καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, περὶ τὴν Πρώτην νῆσον παρέπεμψαν. Κἀκεῖσε τῶν παίδων καταθλαδίαν ποινῇ περιστοιχουμένων, Ρ Θεοδόσιος τῆς ζωῆς ἀπεζεύζατο · καὶ ἀμφοτέρους τῆς προσηκούσης κηδείας ἡξίωσαν. Οὗτος δὲ, ὥς φασί τινες, καὶ πρὸ τοῦ τῆς βασιλείας πιλαβέσθει τῆς δυσαεβοῦς αἱρέσεως εἴχετο. Διὸ καὶ τατὰ τὸ ἔθιμον τῆς καθ´ ἡμᾶς εὐσεβοῦς πστεως στείλαντος πρὸς αὐτὸν Νικηφόρου τοῦ πατριάρχου μον διά τινων ἀρχιερέων ἐγγράψασθαι τὴν εὐσέειαν, καταπράξασθαι τοῦτο διανοβάλετο ἕως ὡν αὐτῷ ἡ τῆς βασιλείας ἐπέλθοι διὰ στέφους μεγαἰοπρέπεια · καὶ καθ´ ἡμέραν γε τὴν δευτέραν τῆς κὐτοῦ βασιλείας ἐνσυνεχόμενος τῷ ὀρθοδόξῳ τόμῳ ασημήνασθαι ἀναντιῤῥήτως ἀπείπατο μηδ´ ὅλως τῷ","prev":{"citation":"Βασιλεῖαι 515","label":"515","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/515","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/515"},"next":{"citation":"Βασιλεῖαι 517","label":"517","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/517","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/517"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}