{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 520","citation":"Josephus Genesius, Βασιλεῖαι 520","ref":"520","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/520","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/520","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/520.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":290,"text":"Μιχαὴλ ἐγκρατῶς διατίθησιν. Οὐδεὶς δὲ τῶν ἐξ Ἀνατολῆς ὡρμημένων ἀπελιμπάνετο οὐδὲ τῆς Ἐτθέρας αὐτῆς, οὐ τῶν ἐξ ἐθνῶν ἐπηλύδων, οὐκ αὐτοχθόνων, οὖ γειτονούντων, οὐ τῆς δουλικῆς μοίρας Καον παρῆν μισοδέσποτον, οὐχ ὁλοκλήρων ἐθνῶν, κατὰ διαφόρους καιροὺς οἱ οὐκ αὐτῷ προσεῤῥύησαν καὶ συνείποντο, οἱ μὲν κατὰ γῆν, οἱ δὲ κατὰ θάλασΚσαν, νέῳ Ξέρξῃ κἀν ὁμοπίστοις ἀναφανέντι, ὡς ἐντεῦθεν καὶ πάντα τὰ θήματα σὺν τοῖς στρατηγοῖς σπέθδεσθαι τούτῳ συνέβαινεν, Ὀλβιανοῦ μόνου, τοῦ τῶν Ἀρμενιακῶν στρατηγοῦντος, τούτους περινοίαις ἐπιπειθεῖς ἄγοντος, καὶ Κατάκυλα τοῦ Ὀψικίου τῷ βασιλεῖ Μιχαήλ γε προσκειμένων. Καον τοσοῦτον ἐπολυπλασίαζε τὸ πλῆθος κατὰ τῶν ὁμοφύλων, ὥστε καὶ τοὺς Σαρακηνοὺς ἐπ´ ἀδείας, λαβέσθαι καὶ πάσας νήσους καὶ χώρας καταληΐζεσθαι, καὶ καθέξειν ὅλως αὐτὰς, εἰ μὴ μετὰ ταῦτα τούτοις διὰ πολλῆς φήμης ἀνανταγώνιστος ὁ Θωμᾶς ἀνεδέδεκτο. Δι´ ὃ καὶ πειρᾶται πρὸς αὐτοὺς κηρυκεύεσθαι τρόπῳ τοιῷδε, πανούργως ἑνδελεάσας ὅπερ αὐτοῖς βουλητὸν ἠσμενίζετο τῇ κείνου παμπληθεῖ δυνάμει καταπλαγεῖσιν. ὁιαπέμπεταιοὗν πρὸς αὐτοὺς εἰρήνην ἀνακαλούμενος, πολλῷ δὲ μᾶλλον συνασπισμὸν, τῆς βασιλικῆς ἀοθέξα. σθαι ἀποπτώσεως. Ποιεῖται τοίνυν σπονδὰς μετ´ Ἀγαρηνῶν, εἰδήσει τοῦ αὐτῶν ἀρχηγοῦ, ἀναδεῖσαι στέφος βασίλειον παρὰ τοῦ ἀρχιερέως Ἀντιοχείας Ἰὼβ, εἶτα μετ´ Ἀγαρηνῶν, Ἰνδῶν, Αἰγυπτίων, Ἀσσυρίων, Μήδων, Ἀβασίων, Ζηχῶν, Ἰβήρων, Καβείρων , Σκλάβων, Οὔννων, Βανδήλων, πετῶν, καὶ ὅσοι τῆς Μάνεντος βδελυρίας μετεῖχον, Λαζῶν τε καὶ Ἀλανῶν, Χάλδων τε καὶ Ἀρμενίων, καὶ ἑτέρων παντοίων ἐθνῶν πολυθρύλλητον πανστρατιὰν στρατοπεδευσάμενος, ἀπάσης τῆς Ἀνατολῆς κκυρίευσεν, τελευταῖον μέρεσι τοῖς κατὰ Θράκην προσερπελάσας ἐλεπολεῖν τὸ Βυζάντιον ἐκβιάζεται ἱππεῦσιν ἐνόπλοις καὶ πετροβολισταῖς τοῖς ὑπὸ? χεῖρα πεζοῖς, ἔτι καὶ σφενδονεσταῖς γε καὶ πελτασταῖς ἀμέτροις ἐπιρωννύμενος, προσέτι μὴν καὶ πολιορκητικοῖς οὐκ ὀλίγοις τεχνάσμασι κρατυνόμενος. ἔέθ´ ὧν πολλάκις τοῖς κατ´ ἤσπειρον τείχεσι προσβαλὼν ἄπροαοιτος ἀποκρούεται, τοῦ βασιλικοῦ παιδὸς Θεοφίλου αὐτοῖς ἐπιόντος καὶ διαγωνιζομένου τὰ μάλιστα, ἀλλὰ μὴν καὶ τοῦ πατρὸς Μειχαὴλ ἔσθ´ ὅτε ὑπεξιόντος καὶ ποΖς ὑπεναντίοις ἐπντιθεμένου αὐτόχειρος. Ὅθεν ἀμηχανῶν ὁ Θωμᾶς καὶ ἐπὶ ναυμαχίαν προέρχεται,","prev":{"citation":"Βασιλεῖαι 519","label":"519","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/519","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/519"},"next":{"citation":"Βασιλεῖαι 521","label":"521","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/521","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/521"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}