{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 524","citation":"Josephus Genesius, Βασιλεῖαι 524","ref":"524","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/524","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/524","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/524.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":309,"text":"ἀλλήλοις ἀπό τε γῆς καὶ θαλάττης κατὰ τὰς Βαρβύσου τοῦ ποταμοῦ ἐκβολὰς, οὐδὲ τῆς σιδηρέας ἐξαρκεσάσης σειρᾶς κωλῦσαι τὴν τῶν πολεμίων Ιφοδον πλοίων. Μετ´ οὐ πολὺ δὲ καὶ αὐτὸς σὺν πχιλιάσιν ἐπιστατεῖ τῆ πόλει, ἐπὶ δὲ τῷ προτέρως ποιηθέντι υἱῷ καὶ ἕτερον ἀναδείκνυσιν, Ἀναστάσιον ὄνομα, πάλαι μὲν εἰς τοὺς καλουμένους τελέσαντα μοναχοὺς, εἰς κοσμικῶν δὲ τρόπων φαυλότητιδ τάξιν ἐληλυθότα, αἰσχρὸν τὸ εἶδος, ὥστε δοκεῖν ἐξ οἰνοποσίας Ἰνδογενὴς εἶναι, μοχθηρότερον τῇ ψυχῇ ὑπὸ ἐμπληξίας ἐσχάτης. Μετὰ τούτου οὖν καὶ παντὸς τοῦ στρατοῦ προσβάλλει τῇ πόλει, ἅμα τῷ φανῆναι οἰόμενος ἀνοιγῆναι τὰς πύλας αὐτῷ. Ἐπεὶ δὲ τῆς ἐλπίδος διαμαρτάνει, τῶν πολιτῶν μεθ´ ὕβρεων ἀποπεμψάντων αὐτὸν, σκηνοῦται κατὰ τῶν σεβασμίων Ἀναργύρων νεὼν, καὶ πάντας ἔσχεν ὑπηκόους τοὺς κατὰ τὸν Θρᾴκιον οἰκοῦντας Βοόσπορον. Εἶτα πόλεμον μετὰ τῆς πάλεως συγκροτεῖ τοξεύμασιν ἀφάτοις καὶ τοῖς ἐα τῶν πετροβόλων λίθοις ὀργάνων, μάλα δὴ κατὰ μέρος τῶν Βλαχερνῶν ἐλπίζων ταύτην ἑλεῖν. Ὅθεν δὴ καὶ ὁ βασιλεὺς Μιχαὴλ ἀναβὰς ἐπὶ τῆς ὀροφῆς τοῦ τῆς Θεοτόκου ναοῦ τὸ πολεμικὸν σημεῖον πήγνυσι, κελεύει δὲ καὶ Θεόφιλον τὸν υἱὸν λαβεῖν γε τὸ νικοποιὸν τοῦ σταυροῦ ξύλον καὶ τὴν σεβαστὴν ἐσθῆτα τῆς Θεομήτορος, καὶ περιελθεῖν τὸν τοῦ Βυζαντίου τείχους περίβολον μετὰ λιτανείας, σὺν ἅμα τῷ ἰερῷ κλήρῳ καὶ τοῖς ἄλλοις πολίταις, τῆς θείας ἀπικουρίας δεόμενον. Παρατάττεται δὴ παντοίῳ πολέμου εἴδει ὁ ἀποστάτης καὶ μηχαναῖς· ἀλλ´ ἀεὶ ὑπερδεξίου οἱ τοῦ βασιλέως ταῖς τε βολαῖς καὶ ποῖς ἀντιμηχανήμασι κεχρημένοι διωθοῦνται τοὺς ἐναντίους, ὥστε καὶ κλίμακας καὶ χελώνας κριούς φε καὶ πᾶν εἴ τι τοιοῦτον ὄργανον λιπόντας ὑπὸ τὰς ἰδίας διαδρᾶναι σκηνάς. Ἀλλὰ καὶ ὁ ναυτικὸς τοῦ ἀποστάτου στρατὸς καὶ αὐτὸς τῷ ὑγρῷ κεχρημένος πυρὶ, κυκλοῖ τὴν πόλιν τούτῳ τε καὶ τοξεύμασιν ἀριθμοῦ πλείοσι, πρὸς δὲ καὶ τετρασκελέσιν ἑλεπόλεσι καλουμέναις, πνεύσαντι ἐναν. τίῳ πνεύματι ἀποκρούεται, ἅτε δὴ καὶ χειμερίου τῆς ὥρας οὔσης. Ἢδη δὲ τοῦ ἡλίου ταῖς ἀρκτῴοις οἰκήσεσιν ἐπιθέοντος διά τε τοῦ πεζικοῦ καὶ τοῦ ναυτικοῦ στρατοῦ προσβάλλει τῇ πόλει κατ´ ἐκεῖνο μάλα ἐο","prev":{"citation":"Βασιλεῖαι 523","label":"523","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/523","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/523"},"next":{"citation":"Βασιλεῖαι 525","label":"525","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/525","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/525"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}