{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 525","citation":"Josephus Genesius, Βασιλεῖαι 525","ref":"525","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/525","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/525","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/525.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":297,"text":"τὸ μέρος ὅ δὴ Κέρας τὸ σχῆμα καλεῖται, τετρασκελεῖς ἑλεπόλεις κατασκευάσας καὶ ἐκ τῶν πεμπομένων δι´ αὐτῶν ἀπὸ τῶν νεῶν λίθων κατασείειν τὸ τεῖχος οἰόμενος. Ὁ δέ γε βασιλεὺς τισὶ τῶν ἐναντίων διὰ τοῦ τείχους εἰς λόγους ἦλθεν Κάμνηστίαν τῶν εἰργασμένων αὐτοῖς ἕξειν. εἰ μεταμεληθεῖεν, παρεγγυῶν· οὐ πείθει δὲ τούτους, ἀλλὰ στρατόν τινα καθοπλίσας ὀλίγιστον ἀθρόον τῆς πόλεως ἔξεισι καὶ τοὺς ὑπαντήσαντας αὐτῷ κατὰ κράτος νικᾷ, καὶ κατὰ θάλατταν δὲ τοσοῦτον ὥστε τὰ πλοῖα πρὸς γῆν διοκείλαντας ἔ· συνδεδειμένα πρὸς τοὺς ἐκ τῆς χέρσου μαχομένους ἀναφυγεῖν καὶ τὸν ἐκ θαλάττης ἀπαγορεύσασθαι πόλεμον, ἑκόντας τε πολλοὺς τῶν πολεμίων προσχωρῆσαι τῷ βασιλεῖ. Ἐν οἷς καὶ Γρηγόριος συνελκύσας ἑαυτῷ καί τινα μοῖραν βραχεῖαν στρατοῦ καὶ κατὰ νύκτα τινὰ λαβόμενος εὐκαιρίας, φεύγει πρὸς τὴν Θρᾴκην καὶ κατὰ νώτου γίνεται τοῦ τυράννου. Ἀλλ´ ὅγε στασιάρχης ἄμα τῷδν τοῦτο μαθεῖν στρατεύει κατὰ Γρηγορίου, καὶ τοῦτον καταλαβὼν ἀναιρεῖ, καὶ πάλιν εἰς τὴν πόλιν ἐλθὼν τῆς ἐξ ἀρχῆς ἔχεται προσεδρείας, γράμμασί τε πεπλασμένοις, ὡς κατά τε γῆν καὶ θάλασσαν εἴη νενικηκὼς, τῷ. κατά τε τὴν Ἐλλάδα καὶ τὰς νήσους ἀπάσας ναυτικῷ ἐξαπατήσας ἀναχθῆναι κελεύει καὶ τῷ βασιλεῖ διαμάχεσθαι. Καὶ δῆπαδ πλοῖα σιταγωγὰ τοῖς πολεμιστηρίοις προσκαθοπλίσαντες πανθυμαδὸν ἀναπλέουσι, προσορμίζονταί τε τῇ τῶν καλουμένων Βυρίδων ἀκτῇ, τῶν προτέρων οὐκ ἐλάττους οὗσαι τὸ πλῆθος· καὶ γὰρ εἰς νʹ καὶ τʹ´ ὁ τούτων ηὔξητο ἀριθμός ἔμελλε δὲ ἄρα ἔκ τε νοτίου μέρουτ καὶ βορείου τῆς πόλεως αὐτῇ προσβαλεῖν ταῖς ναυσίν. Βασιλεὺς δὲ προφθάσας ἀποστέλλει πυρφόρους ναῦς αἶ δὴ ταῖς τῶν ἐναντίων ναυσὶ κατὰ τὸν εἰρημένον ἐπιθέμεναι χῶρον, ἃς μὲν ὁλοκαυτοῦσιν αὐτῶν ας δὲ σκεδαννύουσιν. τὰς πλείους δὲ τούτων αὐτῶν συλλαμβάνουσιν ἀνδράσιν αὐτοῖς καὶ τῷ βασιλεῖ προσάγουσιν. Ἀκηκοὼς δὲ Μορτάγων ὁ κύριος Βουλγαρίας ὅσα τε καὶ οἷα κατὰ τὴν βασιλίδα πόλιν συνηνέχθη γενέσθαι, διαπρεσβεύεται πρὸς βασιλεῖ καὶ συμμαχεῖν αἰτεῖται αὐτῷ· αἱ γὰρ ὑπὸ Λέοντος τοῦ βασιλέως πρὸς αὐτοὺς τριακοντούτεις σπονδαὶ","prev":{"citation":"Βασιλεῖαι 524","label":"524","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/524","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/524"},"next":{"citation":"Βασιλεῖαι 526","label":"526","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/526","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/526"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}