{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 535","citation":"Josephus Genesius, Βασιλεῖαι 535","ref":"535","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/535","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/535","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/535.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":277,"text":"Πέρσας συναριθμήσας ἀξιωμάτων τε βαθμοῖς καὶ στρατείας πρὸς ἀγχιστείαν τε Τωμαίων ἐν γάμοις ἁρμόζεται. εἰ καὶ τὸν Θεόφοβον ἀναιρεῖ μετὰ ταυτα δολιωσάμενος , Ὡς δέ τινες, καὶ ἄλλως τὰ κατὰ Θεόφοβον διιστόρηται, ἃ τῶν λεχθέντων τελοῦσι παρόμοια. ἀπαράλλακτα δὲοὺδαμῶς, κατὰ τὸ διάφορον τῶν ταῦτα διεξιόντων τῆς τε αὐτοψίας καὶ τῆς πρὸς ἑτέρους ἐν διηγήσει μετοχετεύσεως. Ἐκ Περσῶν τοίνυν ἀά ἀναστὰς ὁ πατὴρ Θεοφόβσυβασιλικοῦ αἵματος προενηνεγμένος εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καὶ κατὰ μισθαρνίαν ἐξυπηρέτει τινὶ γυναικὶ ᾖ τὸ καπηλεύειν εἰς ἐργασίαν παρῆν. Ἐπὶ μακρὸν δὲ καθυπουργήσας αὐτῇ, ἔρωτι τούτου περικατάληπτος γίνεται, καὶ πρὸς ἡδονὴν συμβιβάζονται· ἐξ ο. συνειληφυῖα ἐγγάστριον ἄῤῥεν ἐκτέτοκεν. Τῶν οὖν ἐκ Περσίδος κατὰ διαφόρους χώρας μεμερισμένων, τούτων τινές ἀστρονομίαν μετῄεσαν· καὐτὴ γὰρ τούτοις τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημων προτετίμηται εἰς τὸ ἀκριβὲς ἐκπεπονημένη, καὶ ἄλλαι τυχὸν μαντικαί τε καὶ προγνωστικαὶἱ μέθδοι · δι´ ὧν ἴσως διεγνώκεσαν περιεῖναι Κωνσταντίνου τῇ πόλει Θεόφοβον. Ἐνθένδε προσιόντες τῷ τηνικαῦτα διέποντι Θεοφίλῳ τὸ βασίλειον κράτος. συνεχῶς ἐδεδέηντο τοῦ ἐρεύνης τυχεῖν ἐν αὐτῇ φανερῶς μὴ διάγοντα, καὶ τούτοις εἰς βασιλέα φανερωθήσεσθαι. Ὡς οὖν ἀσμένως τοῦτο διηκηκόει ὁ βασιλεὺς, διὰ πάσης ἠκριβολογεῖτο τῆς πόλεως. Τῆς δὲ περὶ τούτου φήμης πανταχόσε διαδεδραμηγ κυίας ἐπὶ παρεκτάσει πολλῶν ἡμερῶν, καὶ εἰς ἀμηχανίαν τοῦ ἐρευνωμένου συνεστηκότων, τῶν κατὰ γειτονίαν τις τῷ ῥηθέντι γυναίῳ συνὼν, ὅτῳ συνειληφέναι παρὰ τοῦ Πέρσου διετετράνωτο καλ´ ὁμιλίαν τε πολλαχῶς αὐτῷ συνελθεῖν τὰ πρὸς ὑπηρεαίαν διενεργοῦντι, πυθέσθαι τε καὶ σαφῶς ζαγνναι ὅτιπερ ἐκ Περσῶν εἴη, βασιλικοῦ δὲ πέφυκεν αἵματος · καὶ τοῖς ἐρευνῶσι τὰ περὶ τούτου κατασημήνασθαι. Τῶν δὲ τὸ μὲν γύναιον κατασχόντων, μεθ´ οὖ ῤ Πέρσης τὴν ἀναστροφὴν ἐπεποίητο, καὶ ἐνδελεχέστερον ἀσφαλῶς διεξετασάντων τὴν τοῦ ἐρευνωμένου διαγωγὴν, τὸν μὲν τῇ γυναικὶ συνελθόντα προτετελευτηκέναι διεμαρτύρατο, τὸν δὲ ἐκ τούτου προενηνεγμένον κατὰ συζυγίαν ἄὸόενα παῖδα τούτιις","prev":{"citation":"Βασιλεῖαι 534","label":"534","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/534","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/534"},"next":{"citation":"Βασιλεῖαι 536","label":"536","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/536","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/536"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}