{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 539","citation":"Josephus Genesius, Βασιλεῖαι 539","ref":"539","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/539","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/539","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/539.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":228,"text":"· καὶ πτόησις οὐκ ὀλίγη περιεστοίχεσετὸν Θεόφοβον. Καὶ συλλέξας μεθ´ ἑαυτοῦ τινὰς ἐκκρίτους ἀποδιδράσκει πρὸς Ἄμαστριν πόλιν κἀκεῖσε χρονοτριβεῖ. Διὸ στέλλεται πρὸς αὐτὸν ναύμαχος στόλος πρὸς βασιλέως, ὡς ἄν γε τὴν πόλιν κἀκεῖνον κατάσχωσιν· αὐτὸς δὲ [φιλόθεος ὤν κατὰ θεόφοβον τρόπον φιλευσεβῶς ἐδεδίει πρὸς Χριστιανῶν αἱματεκχυσίας χωρεῖν, ὅθεν ὑπείκειδ τῷ θεομισεῖ βασιλεῖ ἐγγύησιν σταυρικὴν ἐπιπέμπον. τι, καὶ δυστυχῶς ἀνακέκληται τῶν συμπεφωνημένων ἀλλοιωθέντων Τομῆς γὰρ ἔργον κεφαλικῆς, ὡς μέν τινες, παραυτίκα ὑπὸ Ὡορυφᾶ τονικαῦτα τῆς βασιλικῆς βίγλης ἐπικρατοῦντος καθίσταται· ὡς δὲ ἄλλοι, καθ´ ἥν ὥραν ἀποβεβιώκει ὁ ἄναξ, τινὶ τῶν οἰκείων εὐνούχων διὰ νυκτὸς τῷ ἐν τοῖς τοῦ πελαγίου τόπῳ ἀπαγαγόντι τοῦτον ἀποτυμπανισθῆναι προήγγελτο. Προσπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἄλλοτε καὶ τῶν ἐξ Ἰσμαὴλ ὑπερσχόντων. τοῦ βασιλέως τε παρ´ αὐτῶν κυκλωθέντος, τὰ πρὸς κατάληψιν διηπείλητο, καὶ δὴ παρὰ μικρὸν ἦν δορυάλωτος καὶ πᾶσιν ἐπίχαρτος γενησόμενος. εἰ μὴ τοὺς σὺν αὐτῷ Μανουήλ ὡσεὶ τοιοῦτον φήσας ἐθαρσαλέωσεν· «Ἀνέρες ἐστέ, φίλο,καὶ ἄλκιμονῆτορ ἕλεσθε, τὰς μελίσσας αἰδούμενοι, αἱ τοῦ βασιλέως αὐτῶν θανάτου ἕως ἀνέχονται.» Μεθ´ ὧν τὴν φάλαγγα διατεμὼν τῶν Ἀγαρηνῶν, πεπαλαγμένος λύθρῳ πολλῷ τε καὶ αἵματι, τοῦτον ἐξείλκυσεν. Τρὶς γὰρ τούτο διαπραξάμενος τῆς ἐμπερισχέσεως αὐτῷ προσελθὼν ἐξελύτρου· ἐσκοτοδινία γὰρ ἐφεστηκότι τῷ Μανουὴλ εἰς ἀνάῤῥυσιν, κἀν παρόδου εὐρείας ἐτύγχανεν, Διὸ τοῦτο μέχρι τρίτου συμβέβηκε, κἂν τάχα τῳ χαλινῷ τοῦ βασιλικοῦ ἴππου ἐπιδεθέντος ἱμάντος καὶ προσαναρτηθέντος τινί γε τοῦ Μανουὴλ, ὃν δὲ καθ´ ἴππον ἀμπίσχετο· ἀλλ´ οὐχ οὕτως ἐξῄει, ἕως τὸ τέταρτον αὐτῷ προσιέναι","prev":{"citation":"Βασιλεῖαι 538","label":"538","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/538","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/538"},"next":{"citation":"Βασιλεῖαι 540","label":"540","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/540","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/540"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}