{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 542","citation":"Josephus Genesius, Βασιλεῖαι 542","ref":"542","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/542","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/542","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/542.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":253,"text":"Ἰουδαίων συμβεβηκυίας προφάσεως. Αἱρεῖται τοιγαροῦν μετὰ πολλὰς ἐπιβριθεῖς προσβολὰς τὸ Ἀμόριον, τοῦ νέου Σεναχηρὶμ παραχωρήσει θείᾳ. ἢ εὐδοκίᾳ κατὰ τὴν τῶν κριμάτων Θεοῦ ἄβυσσον εὐτυχήσαντος, οἷ τε πρέσβεις ἐφύβριστοι ἀποπέμπονται ἀπείχοντο γὰρ παρὰ τῶν ἐχθρῶν μεσολαβούσης τῆς γχειρήσεως, καὶ ἀπαγγέλλονται δι´ αὐτῶν τῷ βασιλεῖ ὀνειδισμοὶ σφοδροὶ καὶ ἐξουδενώσεως προαγγέλματα. Τίς δὲ λογισμὸς ἀκριβής ἀναγράψειε τὰ ἐκεῖσε πραχθέντα κατὰ τὴν ἅλωσιν; Τίς λόγος ἀσφαλῶς διηγήσεται οἷα καὶ ὅσα συγκεκύρηκεν ἀνιαρὰ δυστυχήματα; Πάντες ἀρχηγοὶ λαῶν ἄρδην αἰχμάλωτοι πρὸς Συρίαν ἀπήγοντο, μεθ´ ὧν πατρίκιοί τε καὶ οἱ διαφόροις ἐν ἀξιώμασι καὶ αὐτοὶ τὴν ἴσην δυστυχίαν διεκαρτέρουν· τινές δὲ ἐξ αὐτῶν τῆς διὰ ξιφῶν τομῆς ὑπῆρξαν ἐγχείρημα καὶ πτῶμα θρήνων ἐπάξιον. Ἀλλὰ τί τὰ τῆς πόλεώς μοι ἐκτραγῳδεῖν, ὡς ἄλλῳ τινὶ Ἰερεμίᾳ καὶ Βαροὺχ καὶ Ζαχαρίᾳ τὰ τῆς Ἰερουσαλὴμ, ἡ προαίρεσις ἐγκελεύεται; ἵνα μὴ ἐπὶ πλεῖστον ἡ συμφορὰ μεγεθύνηται. Καὶ περὶ αὐτῶν αὖθις ἀφίησι πρέσβεις ὁ βασιλεὺς πρὸς ἀμεραμνουνῆ, ἀναδοῦναι πάντας αὐτῷ αἰχμαλώτους τῆς πόλεως, ὧν ἀπογυμνῶσαι αὐτὴν πολλῶν βουλευομένων ἠπείθησεν, καὶ μάλιστα τοὺς πρὸς γένος αὐτῷ πλησιάζοντας ὑποστρατήγους αὐτοῦ οἷς ἐπωχύρωτο, καὶ τοὺς ἐπὶ συμμαχίαν προσπεφοιτηκότας, καὶ μὴν τοὺς ἐπὶ τὴν θεραπείαν αὐτοῦ μεγιστᾶνας, ἐπὶ κεντηναρίοις σʹ σὺν αʹ ἐκατοντάδωνἴ πραγματευόμενος τὴν ἀνάῤῥυσιν · ἀλλ´ οὐκ ἔπεισεν εἰπόντα κεντηνάρια χίλια παρὰ μικρὸν λόγῳ τοῦ συνειλεγμένου λαοῦ ἐν ἐν όδου μοίρᾳ καταναλῶσαι. λέγεται δὲ καὶ ὡδέ πως παρά τισιν. ὅτι μετὰ τὸ ἐκστρατεῦσαι Θεόφιλον σὺν Πέρσαις καὶ τὴν κατ´ Ἀγαρηνῶν νίκην ἐργάσασθαι καὶ αὖθις ἐξιέναι μετὰ Περσῶν καὶ Ὁζοπέτραν πόλιν τὴν μαιευσαμένην τὸν ἀμεραμνουνῆ ἐκπορθῆσαι, ὡς ἐντεῦθεν κεχολῶσθαι τοῦτον συμβέβηκεν. Διὸ στρατιὰν ἐξ Αἰγύπτου καὶ Παλαιστίνης συλλεξάμενος διάφορον","prev":{"citation":"Βασιλεῖαι 541","label":"541","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/541","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/541"},"next":{"citation":"Βασιλεῖαι 543","label":"543","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/543","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/543"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}