{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 546","citation":"Josephus Genesius, Βασιλεῖαι 546","ref":"546","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/546","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/546","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/546.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":285,"text":"κλῆσιν ἐπευμοιρῶν καὶ ταῖς ἐκ βασιλίως κατὰ πρεσβείαν τιμαῖς ἁβρυνόμενος, προσφθέγγεται τῷ γυναίῳ ἐρεῖν καὶ αὐτῷ τὰ ἐσόμενα. Τὸ δὲ διαπρυμίως τὸ μέλλον ἀποφοιβάζεται, ὅτιπερ «Αὐτὸς σὺ καὶ τὰ σὰ τέκνα ἀποκαρήσεσθε ἰερωθησόμενοι κληρικῶν καταστήματι ἐπὶ αὐτοκράτορος Βασιλείου.» Ὡκαὶ πάντως ἐκβέβηκεν· προσοχθίσεως γὰρ βασιλίας αὐτῷ προστριψάσης τὰ τῆς προφητείας αὐν τῇ τοῦ βίου τελευτῇ πεπεράτωτο. Παραπλησίως οὖν καὶ Νικήτᾳ υἱῷ τοῦ αὐτοῦ, ἐπὶ τοῦ εἰδικοῦ σεκρέτου καθηγουμένῳ, τοῦ βασιλέως ἐπιγογγύσαντος. Οὐ μὴν ἀλλὰ καὶ Γεωργίῳ τῷ τὰς στρατιωτικὰς δέλτους πεπιστευμένῳ, ἐξ ὧν ἀπεκτάνθαι τῷ ξίφει ἐπὶ σφενδόνῃ τῇ κατὰ τοῦ Ἰππικοῦ ἀγωνίσματος καὶ πᾶσαν αὐτοῦ ὕπαρξιν ταμείῳ τῷ βασιλικῷ ἀνειλῆφθαι. Πρὸς τούτοις κπειπεῖν τὸ γύναιον τῷ Θεοφίλῳ ἀποβιοῦντι τὴν βασιλείαν τὸν αὐτοῦ υἱὸν κατὰ διαμοιβὴν σὺν τῇ τικούση προσδέξασθαι, τά τε παρ´ αὐτοῦ χυδαιούμενα τῶν εἰκόνων σεβάσματα δόξης μεγαλοπρεποῦς εὐτυχῆσαι, αὐτόν τε τὸν πατριάρχην καθαιρέσει διυβρισθῆναι. Ὁ οὖν βασιλεὺς τοῖς προλεχθεῖσι καὶ ἐν τούτῳ πιστούμενος· κατηγγυάσατο διορκώσει τήν τε αὑτοῦ γαμετὴν καὶ τὸν λογοθέεην Θεόκτιστον τοῦ μηδὲν ἑτεροιῶσαι τετολμηκέναι μετὰ τὴν αὐτοῦ τελευτὴν τῶν παρ´ αὐτοῦ ἐκτεθεσπισμένων τὸ σύνολον, καὶ μήτε τὸν Ἰωάννην τοῦ πατριαρχικοῦ ἐξωθῆσαι ἱδρύματος. Οὐκ ἡρεμεῖν δὲ ὁ βασιλεὺς ἐκεκρίκει ἐπὶ τῆ τοῦ Ἀμορίου καταστροφῇ χαλεπῶς ἀνιώμενος· διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρίκιον Θεοδόσιον τὸν ἐκ Βαβουτζίκων ε φυέντα καὶ αὐτοῦ ἀγχιστέα, τοῦ κατ´ ἐπικουρίαν συνθέσθαι αὐτῶ πολυάνθρωπον στράτευμα, καὶ τινας ὑποστρατήγων αὐτοῦ χωρῶν τε καὶ πόλεών τινάς Σαρακηνικῶν τῶν μεταξὺ Λβύης καὶ Ἀσίας καταληίσασθαι Τῇ δὲ προτεραία κατὰ Συρίαν διατρίβων Ἀ Μανουὴλ ἔν τε λόγων πολυπείρων συνέσει καὶ πράξεων περὶ πολλοῦ ἐπεπόθητο τῷ τε ἀρχηγῷ τῶν Ἀγαρηνῶν καὶ τοῖς αὐτῷ παραδυναστεύουσι, καὶ πλείστας ἀνδραγαθίας, καθ´ ὅσον χρόνον ἐκεῖσε διῆγε, κατὰ τῶν ἀντιμαχούντων αὐτοῖς πλησιοχώρων τε καὶ τῶν πόῤῥω διῳκισμένων εἰργάσατο, ὧν τὰ πλείω μετὰ τῶν κατὰ φυλακὴν αἰχμαλώτπαν","prev":{"citation":"Βασιλεῖαι 545","label":"545","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/545","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/545"},"next":{"citation":"Βασιλεῖαι 547","label":"547","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/547","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/547"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}