{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 548","citation":"Josephus Genesius, Βασιλεῖαι 548","ref":"548","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/548","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/548","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/548.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":263,"text":"θρηνησάτω ὁ ἐμὸς ἅπας λαὸς, ἐπολοφυρέτω με σύγκλητος καὶ σύμπαν τὸ πρὸς θεραπείαν οἰκεῖον ἄθροισμα ὃιολολυξάτω, ὅτιπερ κομῶν τῇ νεότητι σὺν εὐδαιμονίᾳ τοσαύτῃ ἄρτι τούτων ἐκτειχισθήσομαι, πολλῷ δὲ μᾶλλον γυναικὸς νεαζούσης καὶ παιδὸς ἀνήβου, ὧν τὴν στέρησιν πάντως καὶ πρὸ τελευτῆς ἀποκλαίομαι, οὐχ ἦττον δὲ τὴν αὐτῶν ἐρημίαν· μετά γε τὴν αὐτοῦ ἀποβίωσιν. Διά τοι ταῦτα μέμνησθέ μου, παρακαλῶ, τῶν τοιούτων τελευταίων ῥημάτων καὶ τῆς ἡμετέρας πρὸς ὑμᾶς προμηθείας καὶ γαληνότητος · ὧν ἀντίδοτέ μοι τὴν μετὰ θάνατον εὔνοιαν πρὸς αὐτοὺς, ὥσπερ καὶ ἐπ´ ἐμοὶ τὰ τῆς εὐγνώμονος καὶ ὀρθῆς διαθέσεως διανοούμενοι καὶ καταπραττόμενοι. Οὐκ ἔτι γὰρ ὑμᾶς θεάσομαι τοῦ λοιποῦ, οὐ τοιούτοις παρακαλέσομαι ῥήμασιν, οὐ τοσαύταις δυσωπήσομαι παραινέσεσιν, οὐχ ἱκετεύσω σὺν δάκρυσιν. Τοιαῦτα προσειπόντος νοῦ βασιλέως πολὺς ὀδυρμὸς στεναγμός τε καὶ κωκυτὸς παρὰ πάντων ἀνεπέμπετο. Συγκυκῶν δὲ Θεόφιλος τὸ τῆς εὐσεβείας ἄκλυστον πέλαγος τοὺς ἐν αὐτῷ πλέοντας ἀκυμάντως δεινῶς ἐκλυδώνιζεν· ἐν οἷς καὶ τὸν σύγκελλον Μιχαήλ τῆς Ἱεροσολυμίτιδος· ὁμηγύρεως σὺν ἅμα πολλοῖς ἀσκηταῖς φυλακαῖς ἐναπέκλεισεν, μεθ´ ὧν Θεοφάνην τε καὶ Θεόδωρον τοὺς τῆς ὀρθοδοξίας συνασπιστὰς Σκυθικῶς ἐπιΚπροσωπείοις διεγράψατο κεντήμασιν. Τοιαῦται δὴ καὶ τοσαῦται αἱ κατὰ τῆς εὐσεβείας αὐτοῦ θύελλαι διενέσκηπτον. Οὐ μὴν ἀλλὰ καὶ χειμῶνες πολλοὶ κατ´ ἀέρος, δυσφορίαι τε καὶ αὐχμηρίαι καὶ σιτοδεῖαι ἐκ δυσκρασίας, παλμοί τε καὶ ἀναβρασμοὶ γῆς καθ´ ἡμέραν τῆς αὐτοῦ βασιλείας γεγόνασιν, καὶ φυγὴ καθόλου παρῆν εὐσεβῶν ἐν χειμῶνι τῆς αὐτοῦ ἀσεβείας, κατὰ τὸ λόγιον, καὶ οὐδενὶ παντὸς Σαββάτου ἀνάπαυσις ἐξ ἀπανθρωπίας αὐτοῦ θυελλιζούσης Χριστιανῶν γαληναῖον κατάστημα. Καὶ γὰρ ἐν τοῖς τοιούτοις αὑτοῦ κακοτεχνήμασι τὸν Ἰαννῆν πατριάρχην καθίστησι, συμμύστην καὶ λειτουργὸν τῆς κακίστης αἱρέσεως. Ὡατις Θεόσιλος μετὰ πλειόνων ἐλαττωμάτων ὑπροφρυς ἦν, κἂν ἔν τισι τῶν καλῶν εἴτε ἑκὼν","prev":{"citation":"Βασιλεῖαι 547","label":"547","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/547","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/547"},"next":{"citation":"Βασιλεῖαι 549","label":"549","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/549","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/549"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}