{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 556","citation":"Josephus Genesius, Βασιλεῖαι 556","ref":"556","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/556","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/556","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/556.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":257,"text":"αὖθις ἐπαναστεύειν ἐμεγαλαύχησεν· «Καὶ εἰ μὴν γυναῖκα ἡττήσειας, οὐδέν οοι πρὸς νῖκος τὸ καύχημα · εἰ δὲ καὶ ὑπὸ ταύτης ἐκνικηθείης, πᾶσι τὸ σὸν ἥττημα καταγέλαστον.» Ταῦτα ὁ Σκύθης συνεὶς ἠρεμεῖν κατὰ τὴν ἰδίαν χώραν διέγνωκεν. Οὔ πολὺς δὲ χρόνος προεβεβήκει, καὶ ἡ τῶν λεχθέντων ἀνδρῶν πρὸς ἀλλήλους ὁμόνοια διαφθείρεται, καὶ ἐξάπτεταί τις ἔρις χαιρέκακος παρὰ Θεοκτίστου πρὸς Μανουὴλ, εἰς ἀποικίαν αὐτὸν διωθήσασα. Τῷ παλατίῳ γὰρ μετ’´ αὐτοῦ γε συνῴκιστο, καὶ ἄμφω τὰ τοῦ κοινοῦ διεπραγματεύοντο· καὶ καθοσίωσιν ὑποσμύχουσαν διεσυκοφάντει, ἀλλ´ ἐν παραβύστῳ τῇ περισκέψει· ἧς ἐντέχνως καταστοχασάμενος ὁ Μανουὴλοἴκαδεχωρεῖν καθ´ ἑαυτὸν τίθεται, κἀκεῖθεν τοῖς βασιλείοις ἐπιδημεῖν καὶ συμπράττειν τὰ δέοντα. Κατῴκει δὲ τοῖς κατὰ τὴν κιστέρναν χώροις τοῦ Ἄσπαρος, ἢν ἐκεῖνος ἱδρύσατο, δι´ οὖ καὶ τὴν προσηγορίαν αὕτη ἀπείληφεν· καὶ ἐπὶ μακρὸν χρόνον βιώσας ἐνδόξως ἀποβεβιώκει, ἀποκαταστήσας τὸν ἑαυτοῦ οἶκον μονασταῖς καταγώγιον, ἐν ᾧ καὶ κεκήδευτα Μετὰ δὲ τὴν ἐκ τοῦ παλατίου αὐτοῦ ἀποικίαν φθόνῳ τῷ πρὸς τὸν Θεόκτιστον διεγείρεται Βάρδας, αὐτὸν ἀφαντῶσαι, καὶ τρόπῳ τοιούτῳ τεχνάζεται· παρεντίθησι βασιλεῖ Μιχαὴλ τὴν μητέρα φρονεῖν ἑαυτῇ γάμον ἢ ἐν μιᾷ τῶν αὐτῆς θυγατέρων ἐπι.σκευάσασθαι, δι´ οὓ τὴν αὐτοῦ βασιλείαν ποιήσειεν Κκδοτον, τοῦτόν τε καθαιρήσειν αὐτῆς καὶ ἀπομματῶσαι. Ὡς δὲ τοῖς τοιούτοις λόγοις ἐκεκλυδώνιστο Μιχαὴλ, ἐπεῖπε τὸν Θεόκτιστον τούτων αἴτιον ἔσεσθαι. Καὶ ἐμμεριμνῶσιν ἀμφότεροι περὶ τῆς κατ´ αὐτοῦ ἐπιθέσεως, δολοφονῆσαι ἢ μᾶλλον ὑπερορίσαι τοῦτον, εἴγε δυνήσονται· καὶ ἐπὶ ταύτῃ τῇ συσκευῇ προσλαμβάνουσιν ὑποστρατήγους τινὰς τῆς οἰκείας περιῃρημένους ἀρχῆς, ὅπως αὐτοῖς συνεργήσαιεν, ἀλλὰ μὴν καὶ Θεοδώρας τὴν σύγγονον, ἐφ´ ᾗ Καλὴ Μαρία τὸ εὔσημον, ὡς ἂν καὶ αὕτη τὰ κατὰ δολοφονίαν τοῦ Θεοκτίστοω. συμπράξει τῷ βασιλεῖ κρυφίως, ἐξ ὑπερτέρου τετρημένου","prev":{"citation":"Βασιλεῖαι 555","label":"555","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/555","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/555"},"next":{"citation":"Βασιλεῖαι 557","label":"557","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/557","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/557"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}