{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 562","citation":"Josephus Genesius, Βασιλεῖαι 562","ref":"562","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/562","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/562","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/562.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":328,"text":"αίως διατεθεὶς τὸ ἔργον ἐπήγαγεν, εὐθυβολήσας πρὸς τὸν πολέμιον σὺν ἐπιλέκτοις καὶ οὐ πλήθει τοσούτῳ μεστούμενος. Ὃ οὐκ ἐλελήθει τὸν Ἄμερδ· φυγὰς γάρ τις Ῥωμαίων πρὸς αὐτὸν ἄπεισι καί φησι· «Γνωστὸν ἔστω σοι, Ἄμερ, Πετρωνᾶς ἐκεῖνος ὁ πρὸς γένους τοῦ βασιλέως τὸ αἰδέσιμον ἔχων Σπηύχησε περιθέσθαι σοι πόλεμον· ὅθεν αὐτὸν ἁπάσης τῆς στρατιᾶς ἡγεμονεύειν προσέταξεν. Παρ´ ᾧ συνήθροισται πᾶς ὁ τῶν θεμάτων στρατὸς καὶ ἐξὐπλισται, τὴν κατὰ σου μάχην πραγματευόμενος.» Τότε Ἄμερ τοῖς ὑπ´ αὐτὸν ταξιάρχαις τὸ ἀκουσθὲν παρεγύμνου, τί δρᾷν χρὴ πρὸς τοῦτο διερευνώμενος. Ο δὲ πρὸς αὐτὸν ὁμοφρόνως εἶπον· «Τὸ παρ´ ἡμῶν γεγονὸς, ὦ Ἄμερ, κατὰ τῆς ἐπικρατείας Ῥωμαίων ἀνδραγάθημα οὐδεὶς τῶν πρὸ ἡμῶν ἐξειργάσατο. Οὐ χρείαν ἔχει πλείονος ἐργασίας, ἀλλ´ ἢ ταρεῖναι ὀδὸν τὴν πρὸς τὴν χώραν ἡμῶν, δι´ ἡς ἀφιξόμεθα. Καὶ εἰ μὲν ὁ Πετρωνᾶς διώκων ἡμᾶς καταλάβοι, τηνικαῦτα τούτῳ παραταξόμεθα · εἰ δὲ τοῦτο μὴ συναντήσοι, ἐν τοῖς ἰδίοις πάντως ἀπελευσόμεθα. » Αὐτὸς δὲ ὁ Ἄμερ ὡς εἴ τις ἄλλος οἰηματίας τελῶν καὶ ὑπέροπλος ἔφη· Οὐδαμῶς τὸ παρ´ ὑμῶν βουλευθὲν διαπράξομαι, ὡς ἂν μὴ ἐκεῖνος ἐμοὶ δειλίαν καὶ δρασμὸν ἐπιγράψοιτο· διὸ ἄπειμι πρὸς ἀντιπαράταξιν αὐτοῦ.» Διοδεύσας δὲ ἀπὸ Ἀμινσοῦ ὡσεὶ μίλια φʹ τῷ Ἀβυσιανῷ καταντᾷ, κατὰ συνορίαν τελοῦντι τῆς τε Παφλαγονίας καὶ τοῦ Ἀρμενιακῶν θέματος, εἰς τὸν χῶρον ὃς κατωνόμασται Πόρσοντα, ἐν ᾧ ὄρος καθέστηκε, καθ´ ὃ ὁ Ἄμερ ἐσκήνισεν, ἤτοι τοῦ ὄρους ἐκεῖθεν, καὶ δ Πετρωνᾶς ἔνθεν. Νυκτὸς δὲ καταλαβούσης στρατηγοὺς ἐκπέμπει τῶν εὐδοκίμων, ἐπαναβεβηκέναι τοῦ ὄρους καὶ ἑγκρατῆσαι αὐτοῦ, ἵνα μὴ τούτου ἐν κατασχέσει γένωνται οἱ πολέμιοι. Ταὐτὸ δὴ τοῦτο καὶ ὁ Ἄμερ εἰργάσατο. Πρὸς τῇ ἀναβάσει δὲ τοῦ ὄρους συνηντηκότων ἀλλήλοις, ὑπερίσχυσεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ἀναβεβηκότας εὐθαρσῶς κατεβίβασεν · ἐφ´ ὃ καὶ ὁ Πετρωνᾶς μετὰ τοῦ ὑπ´ αὐτὸν παντὸς λαοῦ ἀναβέβηκεν. Συμβολῆς δὲ γενομένης τῶν ἐνατάρωνμερῶν ὁ ἐπιβλέπων Θεὸς ἐπὶ ταπεινὸν καὶ πρᾶον καὶ τοὺς αὐτοῦ τρέμοντα λόγους, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, τὸν μὲν ἐκραταίωσε, σὺν δὲ ἐσάθρωσεν· καὶ παραυτίκα ὁ Ἄμερ μαχαίρᾳ πεποινηλάτητο, οὗπερ ἀναιρεθέντος ὁ ὑπ´ αὐτὸν ἄπας λαὸς διεσκέδαστο καὶ ξίφους ἐγχείρημα ῃ α ΡοιΓοαε π","prev":{"citation":"Βασιλεῖαι 561","label":"561","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/561","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/561"},"next":{"citation":"Βασιλεῖαι 563","label":"563","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/563","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/563"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}