{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 563","citation":"Josephus Genesius, Βασιλεῖαι 563","ref":"563","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/563","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/563","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/563.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":317,"text":"ζέγονε, καὶ σχεδὸν ἄπας ἀπώλετο, δίχα τοῦ τούτου υἱοῦ μετὰ ἑκατοντάδος ἀνδρῶν διαπεραιωσαμένου Ἄλυν τὸν ποταμόν· οὐ κατὰ συνἁ τησιν καθεστὼς ἐν τῷ Χαρσιανοῦ θέματι μεράρχης ὁ Μαχαιρᾶς οὕτω καλούμενος κατέσχεν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, ὥστε παρὰ μικρὸν τοῦ Θεοῦ θαυματουργήσαντος ὑψηλῷ ἐν βραχίονι, μὴ περιλειφθῆναί τινα ἐξ αὐτῶν καὶ περὶ τῶν συμβεβηκότων ἀπαγγεῖλαι τοῖς κατὰ τὴν πόλιν αὐτῶν περιοῦσι Σαρακηνοῖς. Περὶ τούτου διαγγελθέντος τῷ βασιλεῖ κατὰ τὴν πολιτείαν χαρμονὴ δαψιλής διακέχυται, καὶ ὁ Πετρωνᾶς τῇ τῶν μαγίστρων εὐκλείᾳ σεμνύνεται. Ὡς δέ τινες, ὅτι καὶ Βάρδας σὺν τῷ ὁμαίμονι τοὺς ἐχθροὺς τροπωσάμενος τὴν τοῦ Καίσαρος τότε κληροῦται ἀνάῤῥησιν, ἐν ἡμέραις τοῦ Πάσχα, ἰνδικτιῶνι ιʹ. Ὁ οὖν καθηγεμὼν Βουλγάρων περὶ τούτου ἐπεγνω. κὼς καὶ τῷ τοιούτῳ κατατροπωθεὶς εὐτυχήματα πρὸς εἰρηναίαν κατάστασιν ὑποκλίνεται, εἰ καὶ πρὶν ἐθρασύνετο, ἀλλὰ μὴν καὶ λιμῷ οἱ περὶ αὐτὸν πιεζόμενοιεν καὶ τὸ Ὁμηρικὸν καθ´ ἑαυτοὺς ὡς εἰκὸς διενενόητοδ λόγιον, Πάντες μὲν στυγεροὶ ῥάνατοι δειλοῖσι ἔροτοῖσι. Δμῷ δ´ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν), καὶ τοσοῦτον ὥστε καὶ τοῦ Χριστιανῶν εὐπειθῶς καταξιωθῆναι βαπτίσματος ἅπαντας, τὸν δὲ αὐτῶν ἀρχηγὸν αἱρετίσασθαι Μιχαὴλ ὠνομάσθαι ἐπὶ τῷ βασιλέως ὀνόματι, ἐκπεμφθέντων ἐκεῖσε ἀρχιερέων τινῶν ἐλλογίμων τὰ τῆς Χριστιανικῆς πίστεως ἐγκρατύνασθαι. Περὶ πολλοῦ δὲ τῇ Καίσαρι Βάρδᾳ ἡ σοφέα πεφιλοτίμητο, κἂν τῶν πολλῶν πρὸς ἐπίδειξιν ἐμε μέλητο. Συναθροίζει σοφοὺς κατὰ τὴν Μαγναύραν, ὧς τοὺς μὲν φιλοσοφίας, γεωμετρίας, τοὺς δὲ ἑτέρους ἀστρονομίας, ἄλλους γραμματικῆς ἀντιποιουμένους ἐγκαταστήσας προῖκα διδάσκειν τοὺς προσιόντας, Καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἐπιμελείας ἐν τούτῳ διείργαστο, ὡς Αέοντα τὸν πάνυ φιλόσοφον κατὰ τὴν φιλοσοφίαν ἐντάξαι διδάσκαλον, καὶ τὸν αὐτοῦ φοιτητὴν ἐν γεωμετρίᾳ Θεόδωρον, καὶ ἐν ἀστρονομίᾳ Θεοδήγιον, ἔν τε γραμματικοῖς Κομητᾶν, καὶ τούτους ταῖς βασιλικαῖς δωρεαῖς ἐπερκεῖν· ἐφ´ οἷς ἐκ φιλοπονίας ἐπιχωριάζων συχνῶς καὶ τῶν μαθητιώντων ἑκάστου τὸ ἐπιτήδειον ἐννοῶν χρησταῖς ἐλπίσιν ὑπέτοεφεν, αὐτῶν τε τοὺς καθηγουμένους ἐμμελεστέρους πρὸς τούτους ταῖς εὐεργεσίαις πεποίητο, ὥστε τοῦ λόγου τὰ σπέρματα ἔκτοτε καὶ μέχρι τῆς ὃεῦρο διαυξηθέντα ἐπὶ πλέον τελεσφορεῖν εἰς ἐκείνου μνήμην ἀνάγραπτον. Πρὸς ἐπὶ τοιλτοις τῷ ἀδωροδοκήτῳ, κἂν ἐπιπλάστως, ἐκέχρητο.","prev":{"citation":"Βασιλεῖαι 562","label":"562","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/562","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/562"},"next":{"citation":"Βασιλεῖαι 564","label":"564","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/564","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/564"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}