{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 567","citation":"Josephus Genesius, Βασιλεῖαι 567","ref":"567","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/567","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/567","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/567.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":281,"text":"Εὐτρεπισμὸν ναυστολίας κατὰ Κρήτης ἄμτω συντίθενται, καὶ πάντα στρατὸν συγκινοῦσι κατ´ ἤπειρόν τε καὶ θάλασσαν, καὶ αὐτοὶ ἐφικέσθαι προῄρηντο. Ὡς δὲ τοῖς πρὸς τὸ ὄνομα Κήποις πρωτκεχωρήκεσαν, εὐθέως τὰ κατὰ Βάρδα τοῦ Καίσαρος χώραν λαμβάνει. Ἐνταῦθα γὰρ προμεμηχανούργητο ταῦτα ἔκ τε Θεοῦ καὶ βασιλικῆς ἐπινεύσεως, ὡς καὶ αὐτῷ τῷ Βάρδᾳ γνωσθῆναι, περὶ οὗ ἡ ἐπίθε σις. Μιᾷ γὰρ τῶν ἡμερῶν πρὸ τῆς ἐξελεύσεως Βάρδας προσφοιτήσας κατὰ τὸν ἑαυτοῦ οἷκον καὶ τοὺς γνωστοὺς μετακαλεσάμενος, τὴν ἐσχάτην αὐτοῖς ἀνετίθει δεξίωσιν, καὶ συμποσιάσας τοῖς οἰκειοτάτοις τῶν φίλων λεγάτα παρέσχετο, τὴν ἰδίαν καταστροφὴν τεκμῃράμενος. Ἄπεισι πρὸς μονὴν λοιπὸν γείτονα, ἥπερ Ὅδηγοὶ κατωνόμασται. Ὡς δὲ παρεστήκει τοῖς τοῦ ἱλαστηρίου προθύροις λαμπαδουχῶν ἀφιερῶν τε προπεμπτηρίους φωνὰς, τηνικαῦτα ἡ τούτου χλαμὺς τῶν ὤμων ἀποσπασθεῖσα ἐμφανῶς συγκεχάλακεν· ἧς ἐν] ἐπαισθήσει γενόμενος ἀπωλοφύρετο δάκρυσι πρὸς τὴν Θεοῦ διαπρύσιον, βοὴν εὐκτικῶς ἀναπέμπων τῆς τῶν ἐλπιζομένων λυτρώσεως. Οὐ μόνον δὲ ἐν τούτοις αὐτῷ τὰ τῆς προδηλώσεως, ἀλλὰ καὶ ἕτερόν τι συμβόλαιον προηγήσατο. Ἔδοξεν ὄναρ ὁρᾷν γε τῷ Καίσαρι· τὸ δὲ τοιοῦτον διεμόρφωτο, ὡς ἐν ἑορτασίμῳ ἡμέρᾳ ὅ τε βασιλεὺς καὶ ὁ Καῖσαρ ἐπῄει τῷ Σοφίας Θεοῦ ἱερῷ μετὰ τῆς συνήθους λαμπρότητος. Ὡς δὲ προσπεφοιτήκεσαν οἷα θυρίσι, ταύταις εἰκονισμένοι λαμπροφοροῦντες τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοῖς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος · τίς οὗτος; Πέτρος ὁ ἀποστόλων προβάθμιος, αὐτῷ τε γονυπετῶν δάκρυσιν ὁ Τγνάτιος ὅπερ ὡν λωβηθεὶς ὑπομεμενήκει. Ὁ δὲ τῷ πάθει συνδιατεθεὶς αὐτῷ ἔφη τὴν ἐκδίκησιν ἐκ χειρὸς Κυρίου ἀποίσασθαι, καὶ ἅμα τῷ λόγῳ ἑνὶ δύο τινῶν παρ´ αὐτῷ ἱσταμένων ὡσεὶ πραιποσίτων χρυσοενδύτων βραχεῖαν ἐπιδίδωσι μάχαιραν, καὶ προσετετάχει ἐννεύσας, τὸν μὲν βασιλέα τοῖς δεξιοῖς ἀφορίσαι, τὸν δὲ θεόργιστον Καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. Οὗ δῆθεν ἐξιεμένου καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον.","prev":{"citation":"Βασιλεῖαι 566","label":"566","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/566","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/566"},"next":{"citation":"Βασιλεῖαι 568","label":"568","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/568","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/568"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}