{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 569","citation":"Josephus Genesius, Βασιλεῖαι 569","ref":"569","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/569","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/569","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/569.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":291,"text":"τιμῆς τε πατρικίων ἠξιωμένου καὶ τὰ τοῦ δρόμου διέπειν διειληχότος, εἰσιόντος τῷ βασιλεῖ συμπαρόντι· Καίσαρι τάς τε δημοσίους ἀνεγνωκότος ἀναφοράς, ἀπιόντος δὲ κατὰ τὰ πρόσθεν τύπῳ σταυρικῷ σχηματισαμένου ἅτε καθηγουμένου τῆς συσκευῆς, οἱ ἐν παραβύστῳ σκηνῆς ἐνεδρεύοντες ξιφηφόροι ἐπῄεσαν, καὶ πρὸς ἐνώπιον βασιλέως ἀνηλεῶς ἀποκτέννον τες κατακερματίζουσι Καίσαρα, μηνὶ Ἀπριλλίῳ κα’, ἰνδικτιῶνι δʹ· μεθ´ ὧν Χάλδος τις παραρητο, ᾧ Τζιφιναρίτης ἐπώνυμον. Τῆς οὖν στασιώτιδος ἐπηρείας ἀθρόως ἐπισυστάσης τοῦ τε βασιλέως ἐνθροηθέντος καὶ τῷ πτώματι ἀκουσίως ἐγκρημνισθέντος, ὁ ἐπὶ τῆς βασιλικῆς βίγλης ὑπερασπίζων ἦν βασιλεῖ Κωνσταντῖνος δρουγγάριος, τὸ μὴ συμπασονεῦσθαι αὐτὸν, οἷα πιστὸς ὑπερασπιστὴς καὶ μέχρι ψυχῆς τὸ εὔνουν ἐπιδεικνύμενος. Καὶ τάχα ἂν ἀμφότεροι διεφθάρησαν, εἰ μὴ αὐτὸς ἐκεῖνος εὐφημίαις ἐπιδημίοις καὶ αὐταῖς παλάμαις ἐπήμυνε θαρσοποιήσας τὸν ἄνακτα καὶ τῶν μιαιφόνων ἐξήνεγκεν, καλοκάγαθίᾳ γνώμης καὶ εὐτολμίᾳ φραττόμενος. Ὡς οὖν οἱ μιαιφόνοι τὸ λείψανον πολλοῖς τμήμασι διενείμαντο, τὰ τούτου αἰδοῖα κοντῷ· διαρτήσαντες ἐθριάμβευον· οὖτως γὰρ καὶ μετὰ ἂάνατον αἰκίζειν ἐξέμηναν. Ὑπὲρ Καίσαρος δὲ οὐκ ὀλίγος ὄχλος ἐπέτρεχεν· καὶ προσεκεχωρήκει ἂν πόλεμος κατ´ ἀλλήλων, εἰ μὴ παρὰ τοῦ αὐτοῦ Κωνσταντίνου πάσῃ δυνάμει ἀνέσταλτο. Δι´ οὖ τινα τῶν κακῶν ἀνεκεχαίτιστο, τὰ πλείω δὲ ἐκυμαίνετο μεῖζον ἢ τὸ Ἰκάριον πέλαγος Εὕρου δεινοῦ ἐπιπνέοντος · οὐδείς τε τῶν κατὰ πολεμίων ἐπιχειρήσεων ἢ καθ´ ἑαυτὸν ἕκαστος ἔμφροντις ἦν, τοῦ μὲν πὲρ βασιλέως γε νήφοντος, τοῦ δὲ ὑπὲρ Καίσαρος, ἐτέρου δὲ ὑπὲρ Βασιλείου τοῦ μεγαλόφρονος, διὰ τὸ πεφιλοστοργῆσθαι λίαν παρὰ τοῦ αὐτοκράτορος. Καὶ εὐθέως περὶ τὴν βασιλεύουσαν ἀναζεύγνυσιν. Ὑπῆρχε δὲ ὁ Βασίλειος ἐκ γένους μὲν πρεσβυτέρου Πάρθου Ἀρσάκου αὐχῶν, τοῦ περιδιμένου τὴν Ἀσσυρίων ἀρχὴν ἑαυτῷ ἐκ ψυχῆς καῖ σωματικῆς καρτερότητος, καθεξῆς δὲ καὶ Τηριδάτου τοῦ βασιλέως τῆς αὐτῆς σειρᾶς ἐξημμένου· ἀλλὰ μὲν καὶ Φιλίππου καὶ Ἀλεξάνδρου τῶν ἀρίστων ἡγεμόνων ἐξείχετο. Ὃς Μακεδόσης γῆς ἐκφυεὶς γεννητόρων ἦν κατὰ γενεὰν οὐκ ἀσήμων, τραφείς τε νεανικῶς, ὡς εἴ τις Ἀχιλλεὺς Χείρωνι τῶ κενταύρῳ,","prev":{"citation":"Βασιλεῖαι 568","label":"568","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/568","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/568"},"next":{"citation":"Βασιλεῖαι 570","label":"570","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/570","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/570"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}