{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 571","citation":"Josephus Genesius, Βασιλεῖαι 571","ref":"571","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/571","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/571","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/571.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":288,"text":"πρὸς αὐτὴν τὰ τῆς εἰσόδου διήνυστο, ὅι´ ἦς ἐν τῇ καταλήψει τῆς βασιλείας ἐπιμνησθῆναι ταύτης εἰσπράττεσθαι. Ὁ καὶ παρεφυλάξατο· μετὰ γὰρ τὴν τῆς ἀλουργίδος ἀμφίασιν πολλά τε καὶ πάνυ λαμπρὰ ἀναθήματα τῷ σεβαστῷ μάρτυρι προσενήνονεν, ἔτι μὴν τὴν μονὴν καὶ κτήμασιν ἰκανοῖς κατελάμπρυνε καὶ οἰκοδομίαις ἐνεοποίησεν. Τότε δέ τινι προσκεκόλληται τῶν πρὸς γένους βασιλικοῦ μεγιστάνων διὰ τοῦ προστατοῦντος τῶν μοναχῶν, φιλίως κατὰ τὴν αὐτὴν μονὴν προσφοιτῶντι, ᾦ τῆς ἐπάνδρου καὶ νεανικῆς συλλογῆς ἐπεφρόντιστο, προσευρηκότι καὶ ἄλλους τοὺς καθ´ ἡλικίαν αὐτῶν, ἀλλ´ ἐλάττονασπολὺ γὰρ τὸ μαῖζο ἐτούτοις Βασίλειος ἐπεκέκτητο, καὶ τούτοις ἐμεγαλαύχει σοβαρευόμενος. Θεοφιλίσκος οὗτος εξἡκουστο · πρὸς ὃν παρὰ βασιλέως ἀνθαμλλησις ἐκεκίνητο εὐθεάτων καὶ ἀνδρείων νεανιῶν ἕνεκα. Καὶ παρὰ μὲν Καίσαρος Ἀντίγονος ὁ τούτο φλτατος ἐκπέμπεται πρὸς αὐτὸν δεξιωθησόμενος σὺν αὐτῷ δὲ καὶ ὁ ἐπὶ συννῷ ὃηθεὶς Κωνσταντῖνος. Ἐμπεφορημένῳ δὲ τῆς εὐωχίας αὐτῷ καὶ τὰ ορὸς χαρμοσύνην διεγείρεται φιλοπαίγμονα προσκαλεσαμένῳ τῶν οἴκοι διατριβόντων τοὺς εἰς πάλην ἐπιτηδείους, καὶ δὴ κατ´ αὐτὴν ἀχὼν διανσταται. Καὶ δὴ πάντες παλαιστρικοὶ ἂασιλέως καὶ Καίσαρος ἡττῶσι τοὺς ἄλλους, ἄνευθε Βασυλείου μὴ τῇ παλαίστρᾳ παρόντος. Προσκέκληται διὸ καὶ αὐτὸς καὶ πρὸς μονομαχίαν τοῦ κρείττονος ἄγεται· καθ´ ὃν τὰ πρὸς φιλίαν ἐξ ἀγχιστείας ὁ Κωνσταντῖνος καλῶς διακείμενος προστάττει τὸ ἔδαφος ἀχύρῳ περιραντίζεοθαι, ἵνα μή πως διολισθαίνοι Βασίλειος. Συνῆλθον οὖν, συνῆλθον κατὰ παλαίστραν ἀμφότεροι· ὧν ὁ μὲν μετεωρίζειν πειρᾶται Βασίλειον, ὁ δὲ μὴ ἐνεγκὼν τὴν Βασιλείου ἀντίβασιν μετεωρίζεται παραυτὰ γενναιότατα καὶ περιστρέφεται ταχίστῳ κινήματι, καὶ τῇ κατὰ πόδρεζαν προσπλοκῇ, ὡς ὁ ἐγχώριος λόγος, πρὸς γῆν καταφέρεται, ὑποστὰς πτῶσιν ἀλάθητον, ὡς καὶ παραψωχὴν τοῖς πᾶσιν εἶναι λογίζεσθαι, εἰ καὶ μετὰ πολὺν χρόνον ὕδασι πολλοῖς καταραντισθεὶς μάλις ἀνέσφηλεν. Ὡς οὖν ὁ Ἀντίγονος μετὰ τῶν σὺν αὐτῷ ἐπανῆκε πρὸς Καίσαρα, φησὶ περὶ τῶν δεδραμένων αὐτῷ· δι´ οὗ καὶ ὁ βασιλεὺς Μιχαλλ τούτων ἐχγεγόνει κατήκοος, καὶ ἀνακαλεῖται τοῦτον σὺν ἑτέροις ἥλιξι","prev":{"citation":"Βασιλεῖαι 570","label":"570","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/570","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/570"},"next":{"citation":"Βασιλεῖαι 572","label":"572","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/572","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/572"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}