{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Βασιλεῖαι 578","citation":"Josephus Genesius, Βασιλεῖαι 578","ref":"578","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/578","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/578","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/578.md","author":{"name":"Josephus Genesius","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius"},"work":{"title":"Βασιλεῖαι","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text","urn":"urn:cts:greekLit:tlg3040.tlg001"},"verse":false,"words":320,"text":"θεν οὖτοι Σκελίαν πᾶσαν καὶ λφρικὴν, πρὸς δὲ καὶ Λογγιβαρβίαν, διαδραμόντες πολεμικῷ πυρὶ καὶ παντοδαπῇ ξίφει τοὺς ἐν τοῖς πλοίοις Ἀγαρηνοὺς καταφλέξαντές τε καὶ δηῖωσάμενοι, καὶ ἑτέρας τὰς πρὸς ἐμπορίαν κατέσχον, ὧν ἀριθμὸν συνθέσθαι πάντως οὐ ῥάδιον, ἐπιφορτιζομένων εἴδη παντοῖα, πρὸς ἐπὶ τούτοις καὶ δαψιλέστατον ἔλαιον, καὶ τοσοῦτον ὡς ἐν ἐκείναις ταῖς ἡμέραις τὴν κατὰ λίτραν ὀλκὴν ὀβολοῦ πρίασθαι καὶ κατὰ θαυμασιοτητα πᾶσι τὰ τότε πραχθέντα φημίζεσθαι. Καὶ μάλιστά γε ἐκ τῶν κατὰ τὴν λφρικὴν συνηλύδων, τοῦ τε Παύλου Σαμοσατέως, σὺν αὐτῷ Κούβρικος τε καὶ Μοντανοῦ, καὶ ἄλλων αἱρεσιαρχῶν διαφόρων, κατοφρυωσάντων τὸ πρότερον, καὶ καταδυναστευθέντων τὸ ὑστερον Θεοῦ βραχίονι κραταιῷ καὶ ἱκετηρίαις σὺν φροντίσμασιν ἐπαλλήλοις τοῦ αὐτοκράτορος. Ὁς ἄπαξ καὶ δίς κατ´ αὐτῶν ἐ ἐπιὼν καὶ τὸ μὲν πρῶτον ἀπάσας χώρας ἐν αἰχμαλωσίαις καὶ πυρπολήσεσιν ἐρειπιώσας·, κατὰ Τεφρικῆς ἀγωνίζεται, τινὶ χρόνῳ ἐνδιαρκέσας. ς ἀπρακτήσας ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν, καὶ τῷ ναῷ τῶν Ἀρχιστρατήγων εἰσδὺς, ὃς παρ´ αὐτοῦ κατεσκεύαστο, αὐτοὺς ἱκετεύει ἐν συντριβῇ καρδίας καὶ στεναγμοῖς, μὴ πρὶν θεάσασθαι θάνατον πρὶν ἂν διὰ ζωῆς σχοίη τὸν κατὰ λφρικὴν ὄλεθρον· καὶ αὖθις κατ´ αὐτῶν ἔξεισι σὺν πολυπληθέσι στρατεύμας, ἐρημίαν πολλὴν αὐτοῖς ἐπαγόμενος. Αὐτῆς δὲ διειργασμένης ἐν τῷ μεταξὺ οὐρανόθεν βρόμος τῶν φρικωδεστάτων προσπίπτει αὐτοῖς, ὡς ἐκ τούτου τὰς τῆς Τεφρικῆς ἱδρύσεις ἐκδεδινῆσθαι, καὶ τοῇ εοιούτου γε δείματος τοὺς ταύτης οἰκήτορας χάριν αὐτῶν θεόθεν τελεσθέντος καθυπειληφέναι. Διὰ τοῦτο οἰ μὲν αὐτῶν τῷ βασιλεῖ προσεχώρουν ἐλέους δεόμενοι, οἱ δὲ πρὸς τὰ ἔνδον Συρίας μετανατα ὑτης προστατοῦντος καταπτοηθέντος Χρυσόχειρος. οὗτος γὰρ ὁ ἀλαζὼν σὺν Καρβαίᾳ καὶ Καλλίστῳ πλεῖστα κακὰ Χριστιανοῖς τεκτηνάμενος, ὡς καὶ ὁ τούτου πατὴρ, καὶ μέχρι Νικομηδείας καὶ Νικαίας αὐτῆς διελθὼν, ἀλλὰ μὴν καὶ εἰς τὸ τῶν Θρᾳκησίων θέμα διαδραμὼν, μέχρις Ἰωάννου τοῦ Θεολό γου τῆς ἐπαρχίας κατήντησεν, οὗτινος τῷ ναῷ οἱ σὸν αὐτῷ ἐντυχόντες εἰσήγαγον τά τε ἄλογα αὐτῶν καὶ λοιπὴν ἀποσκευὴν, δυσμενῶς ἐνυβρίζοντες. Πρὸς οὖν τὸν Χρυσόχειρα γράφει ὁ βασιλεὺς εἰρήνην συνθέσθαι, οἷα τὸν τρόπον εἰρηνικὸς ὑπάρχων καὶ εὔσπλαγχνος ὄντως, κατὰ τὸ λόγιον τὸ φάσκον· Γίνεσθε πρὸς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι,","prev":{"citation":"Βασιλεῖαι 577","label":"577","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/577","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/577"},"next":{"citation":"Βασιλεῖαι 579","label":"579","url":"https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/579","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/579"},"credit":{"text":"Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003702","quality":"ocr"}}