{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Citharista 001","citation":"Menander, Citharista 001","ref":"001","level":null,"urn":"urn:cts:greekLit:tlg0541.tlg017:001","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/citharista/001","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/citharista/001","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/citharista/001.md","author":{"name":"Menander","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic"},"work":{"title":"Citharista","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/citharista","urn":"urn:cts:greekLit:tlg0541.tlg017"},"verse":true,"words":408,"text":"ΚΙΘΑΡΙΣΤΗΣ\n... [Α] ζηλοῖς, λαβών τε τὴ[ν ..... ἐλ]ήλυθα[ς\nθυγατέρα δεῦρο πλουσίαν θ' [ἡγῆι μόνην\nταύτην, σεαυτὸν δ' οὐχί; (Β) πάντ' ἐγὼ [μ]ό̣ν̣ης\nταύτης λογίζομαί τ' ἐμα̣υ̣τ̣ο̣ῦ̣ τ̣ὴν̣ ἐμ̣ήν̣.\nἐλευθέρα τ' ἦν καὶ πόλεως Ἑλληνίδος,\nκαὶ πάντα ταῦτ' ἐκτησάμην ἀγαθῆι τύχηι.\nοὐ δεῖ λαβεῖν με πορνο[βοσκοῦ] θ...[\n<Α> τί δὴ τὸ λυποῦν σ' ἐστιν .[...οὐ]κ̣ ἤγαγες\nἐνταῦθα τὴν γυναῖκα κα[.........]ν̣;\n<Β> οὐκ οἶδ' ὅπου γῆς ἐστιν. <Α> οὐκ ἐλήλυθεν;\n<Β> οὔπω γε, νυνὶ τῶν χρόνων ὄντων μακρῶν.\nλογίζομαι πᾶν, μή τι κατὰ θάλατταν ἦι\nἀτύχημα γεγονὸς ἢ περ̣ι̣[...]ζ̣ας. (Α) μηθαμῶς.\n<Β> οὐκ οἶδ'· ἀθυμῶ καὶ δέδοιχ' ὑπερβολῆι.\n<Α> εἰκός τι πάσχειν. (Β) πρὸς ἀγορὰν δ' οὕτως ἅμα\nπροάγων ἀκούσηι καὶ τὰ λοίφ', ὧν μοι γενοῦ\nσύμβουλος. (Α) οὐθὲν κωλύει με. (Β) ταῦτα δὲ\nεἴσω τις ἀγέτω τὴν ταχίστην ἐκποδών.\n<Γ> καὶ τί ποτ' ἂν εἴη; πάνυ γὰρ οὐχ αὑτοῦ ποεῖ\nἔργον. μεταπέμπετ' ἐξ ἀγροῦ με Μοσχίων,\nὃς ἄλλοτ', εἰ μὲν ἐνθάδ' ὢν τύχοιμ' ἐγώ,\nεἰς ἀγρὸν ἔφευγεν, εἰ δ' ἐκεῖσ' ἔλθοιμ' ἐγώ,\nἐνταῦθ' ἀναστρέψας ἔπινε. καὶ μάλα\nκατὰ λόγον· οὐ παρῆν ὁ νουθετῶν πατήρ\nοὐκ̣[......]γην· καὶ γὰρ αὐτὸς ἐγενόμην\nεἷς [τῶν δυνα]μένων οὐσίαν μικρὰν ποεῖν.\nοὐκ [ἠδίκηκε]ν ἡ γυνὴ κατὰ τοῦτό γε,\nἀλλ' ἐξ ἐμοῦ 'στιν· οὐθὲν ἀγαθὸν γοῦν ποεῖ.\nεἰσιτέον εἴσω δ' ἐστίν. ἂν δὲ μὴ τύχηι\nὢν ἔνδο[ν, ἄρτ]ι πρὸς ἀγορὰν πορεύσομαι·\nἐκεῖ γὰρ αὐτόν που πρὸς Ἑρμαῖς ὄψομαι.\n<ΜΟΣΧΙΩΝ> ἆρ' οὖν ὁ πατὴρ ἐλήλυθ', ἢ πορευτέον\nἐμοὶ πρὸς ἐκεῖνόν ἐστιν; οὐ γὰρ δεῖ χρόνον\nτὸ πρᾶ[γμα λαμ]β̣άνειν ὅλως οὐδ' ὁντινοῦν.\nἤδη δο[κεῖ μοι πρ]ος[ uersuum xxii restant initia in hunc modum:\nαἰτεῖν [\nοἶμαι μένειν δεῖ [\nπροσμ̣ειν̣άτω τὸν [\nἐγὼ δὲ περὶ σοῦ. χα̣ῖ̣ρ[ε\n<?> καὶ σύ γε [\nοὐκ ἔλεγον εὐθὺς [\nἀλλ' ἀνδρειστέον [\nτίνα λόγον ἀεὶ π̣ρ̣ο̣σ̣[\nπολλὰ περὶ πολλῶν [\nγῆμαί με βούλει κ̣α̣[\nφρονήσεως γὰρ τ̣ο̣ῦτ̣[ο\n<Γ> ὦ Μοσχίων, ἄ̣λ̣λ̣η̣ν̣ μ̣[\nἕτοιμος εἰ μὴ προστίθ[\nἣν δεῖ λαβεῖν· αὐτ[ὸς] δὲ [\nἐλευθέραν, τοῦτο πολὺ [\nμόνον κατὰ λόγον, εἰ δ' α[\nπρὸς τὸ γένος ἐστίν· ἀλλ[\nεἰ παρθένον δὴ πρότε[ρον\nσύμβουλον ἂν καλ̣ή̣ι̣σ̣ [\nαὐτὸς κεκρικὼς [\nἃ δὴ δέδωκας [\nμηθεὶς μάτην ε[\n<Μο> τὰ δ' ἄλλ' ἄκουσον· σπ̣[\nεἰς τὴν Ἔφεσον· ἔπεσον [\nτῆς Ἀρτέμιδος ἦν τῆς Ἐ[φεσίας\nδειπνοφορία τις παρθένω[ν\nεἶδον κόρην ἐνταῦθα Φανίου [τινὸς\nΕὐωνύμεως. (Γ) Εὐωνυμεῖς κἀ[κεῖ τινές\nεἰσ' ἐν Ἐφέσωι; (Μο) χρέα μὲν οὖν [πράξων παρῆν\nἐντεῦθεν. (Γ) ἆρα τοῦ κιθαριστο[ῦ Φανίου\nταύτην λαβεῖν ἐσπούδακ[ας τὴν θυγατέρα\nτοῦ γείτονος νῦν ὄντος; ου.ο[","prev":null,"next":null,"credit":{"text":"Menander Comic., Citharista. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0541.tlg017.local001/","quality":"proofread"}}