{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 196.19-200.5","citation":"Menander, Fragmenta 196.19-200.5","ref":"196.19","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/196.19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/196.19","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/196.19.md","author":{"name":"Menander","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2","urn":"urn:cts:greekLit:tlg0541.tlg039"},"verse":false,"words":287,"text":"σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς. ἔμοι πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος καὶ τοῦ δικαίου τοῦ τ' ἀδίκου παντὸς κριτὴς ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ. πατρῷ' ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα· τὰ μετὰ γυναικὸς δ' εἰσιόντ' εἰς οἰκίαν οὔτ' ἀσφαλῆ τὴν κτῆσιν οὔθ' ἱλαρὰν ἔχει. ὅταν πένης ὢν καὶ γαμεῖν τις ἐλόμενος τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα, αὐτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει. δυ' ἐσθ' ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ, ἦτοι προσηνὴ γ' ὄψιν ἢ χρηστὸν τρόπον· τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ. ὅστις γυναικ' ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν, ἢ βούλετ' ἄτυχεῖν μακάριος καλούμενος. αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον. ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι ἀδικῶν, τὰ δ' ἄλλα ὀρεδίως χειρώσομαι. ὑπερήφανόν πον γίνεθ' ἢ λίαν τρυφή, ὁ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον εἰς ἕτερον ἤθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν. χρεῖττον γάρ ἐστιν, ἄν σκοπῇ τις κατὰ λόγον, μὴ πόλλ' ἀηδῶς, ὀλίγα δ' ἡδέως ἔχειν, πενίαν τ' ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν. ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ’ οἱ τρόποι. ὦ μεταβολαῖς χαίρουσα παντολαῖς τύχη, σὺν ἔστ’ ὕνειδος τοῦθ’, ὅταν τις ὢν ἄνηρ δίκαιος ἀδίκους περιπέσῃ συμπτώμασιν. τῷ μὲν τὸ σῶμα διατεθεμένῳ κακῶς χρεία ’στ’ ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλον· λύπην γὰρ εὖνους οἶδε θεραπεύειν λόγος. ὅταν ἢ γέρων τις ἔνδεῆς τε τὸν βίον, οὐδ’ αὖ τὸ θνήσκειν δεινόν, ἀλλ’ ἐν τῷ καλῶς ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει. οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι. v. 2. 3.) — 2. ποικίλει FF. 3. τρόπον F. ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς τύχης· ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.","prev":{"citation":"Fragmenta 194.4-196.14","label":"194.4 to 196.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/194.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/194.4"},"next":{"citation":"Fragmenta 200.8-201.9","label":"200.8 to 201.9","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/200.8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/200.8"},"credit":{"text":"Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003638","quality":"ocr"}}