{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 216.1-220.7","citation":"Menander, Fragmenta 216.1-220.7","ref":"216.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/216.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/216.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/216.1.md","author":{"name":"Menander","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2","urn":"urn:cts:greekLit:tlg0541.tlg039"},"verse":false,"words":295,"text":"οὐχ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀνυχίαν ἔστ’, ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν. μέγιστόν ἐστιν ἄρα τοῖς ἐπταικόσιν τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν. εἰ τἀλλ’ ἄφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος ἡμῶν, τὸ γε φρονεῖν ἀσφαλέστερον ποιεῖ. πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται. ὦ δέσποτ’ ἄναξ, ἔστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι. εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί, οὐδεὶς ἂν ὧν ἄνθρωπος ἐδεήθη τύχης. ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει, τὰ δ’ ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται. ὁ μὲν λόγος σου, παῖ, κατ’ ὀρθὸν εὐδρομεῖ, τὸ δ’ ἔργον ἄλλην οἴμον ἐκπορεύεται. ὁ μὴ φρονῶν μέν, πολλὰ δ’ ἐφ’ ἑκάστου λαλῶν δείκνυσιν αὐτοῦ τὸν τρόπον τοῖς ἑήμασιν. πολὺ κρεῖττόν ἐστιν ἐν καλῶς μεμαθηκέναι ἢ πολλὰ φαύλως περιβεβλήσθαι πράγματα. ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή, τὸ σὸν διδάξας τοῦμόν οὐ μαθὼν ἔσει. ἢ τῶν ὁμοίων αἱρέσεις μάλιστα πως τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ. ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος, μὴθ’ ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον. γυναικὶ δ’ ὅστις ὄρκον ὁμνύσων ἀνὴρ μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής. ἐμὲ δ’ ἀδικείτω πλούσιος καὶ μὴ πένης· δῶν φέρειν γὰρ χρειττόνων τυραννίδα. πρᾶον κακοῦργος σχήμ’ ὑπεισελθὼν ἀνὴρ κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίοις. μισῶ πέννητα πλουσίῳ δωρούμενον· ἐλεγχὸς ἔστι τῆς ἀχορτάστου τύχης. χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί, ἡ δ’ ἐν φίλοις εὐνοία καιρῷ κρίνεται. καιρῷ τὸν εὐτυχῶντα κολακεύων φίλος καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου. ἀπόντι μᾶλλον εὐχαριστίαν ποιεῖ· τῷ γὰρ παρόντι γίνεται εὐτονώτερον. φρόνησιν ἄσων ἀφροσιν μὴ χρώ φίλοις, ἐπεὶ κεκλήσει καὶ σὺ παντελῶς ἀφρων. μυστηρίων σου μὴ κατείπης τῷ φίλῳ, xoû μὴ φοβηθῆς αὐτὸν ἐχθρὸν γεγόμενον. ὁ γὰρ ἀδίκως τι καθ' ἑτέρου ζητῶν κακὸν αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἐκβασιν. ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβης, τοῦ δυστυχεῖν νόμιζέ σ' ἀρραβῶν' ἔχειν. δοῦλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ· ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ἑγoû.","prev":{"citation":"Fragmenta 212.9-215.17","label":"212.9 to 215.17","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/212.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/212.9"},"next":{"citation":"Fragmenta 221.1-224.14","label":"221.1 to 224.14","url":"https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/221.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/221.1"},"credit":{"text":"Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc003638","quality":"ocr"}}