{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 106","citation":"Michael Glycas, Annales 106","ref":"106","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/106","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/106","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/106.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":402,"text":"Γίνωσκε δὲ ὅτι ἑκάστω τῶν ζώων, καθὰ δὴ καὶ ὁ Νεμέσιός φησι, φυσικὴν οὐ λογικὴν ἐνέθηκε σύνεσιν ὁ Θεός. Τισὶ δὲ καὶ πανουργίας ἐνέβαλεν ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν· καὶ τὰς μελλούσας προφυλάττεσθαι. Ὅτι δὲ φυσικῶς τὰ τοιαῦτα καὶ οὐ λογικῶς ἐνεργοῦσι τὰ ζῶα, δῆλον ἐκ τοῦ κατ´´ εἶδος ἕκαστον ζῶον ὁμοίως ταῦτα ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, ἀλλὰ καὶ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι· πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. Ὅπερ οὐκ ἔστιν ἐπ´ ἀνθρώπων· μυρίαι γὰρ τῶν ἀνθρωπίνων πράξεων αἱ ὁδοί. Ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικὸν, ὅθεν οὐχ ἓν καὶ τὸ αὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. Φύσει γὰρ μόνῃ ταῦτα κινεῖται, τὰ δὲ φύσει κινούμενα ὁμοίως παρὰ πᾶσιν ἐστίν· αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ´ ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσι. Τὸ μέντοι πρόβατον διὰ τοῦτο λέγεται καὶ παρὰ τῇ Γραφῇ ἄκακον, ὅτι σύνεσιν ἱδίαν οὐκ ἔχει ὥστε νομὰς εὑρίσκειν καὶ ποτὸν, ἂν μή τις ὁ ποιμαίνων αὐτά Πολλὰ δὲ τῶν ζώων καὶ συνέσεως ἀνθρωπίνης ἐγγὺς ἐστι. Καὶ ὅρα τὸν χερσαῖον ἐχῖνον δύο κατασκευάζοντα ἐπὶ τοῦ φωλεοῦ ἀναπνοὰς, πρός τε τὸν νότον ἀντιφραττούσας καὶ τὸν βοῤῥᾶν, εἰ καὶ φυσικῷ λόγῳ πρὸς τὰ τοιαῦτα τῶν ἀλόγων γένη κεκίνηται. Οὐδὲ γὰρ αὐτεξούσια τὰ ζῶα, καθὰ δὴ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, ὅτι μηδὲ λογικά. Λογικῇ γὰρ πάσῃ φύσει καὶ τὸ αὐτεξούσιον πάντως ἐμπέφυκε θέλημα· εἰς τί γὰρ ἕξει τὸ λογικὸν, μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζώοις ὁ Δημιουργὸς ἐνέσπειρε, πρὸς σύστασιν τῆς οἰκείας φύσεως ἄγουσαν ἠναγκασμένως αὐτά. Λόγου γὰρ ἀμοιροῦντα οὐ δύνανται ἄγειν, ἀλλ´ ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως, ὅτε ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή. Οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηνται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινοῦνται καὶ μακαρίζονται, οὕτε ὡς κακίαν πράττοντα κολάζονται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην. Τοῦ γὰρ λόγου τὸ προτέρημα ἡ αὐτεξούσιός ἐστί θέλησις, ἣν δὴ φυσικὴν ἐν τῷ λογικῷ φαμὲν κίνησιν. Διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται. καὶ εἰς κακίαν μετιοῦσα κολάζεται Εἰ δὲ καὶ τοῦτο ζητεῖς, τίνος ἕνεκεν αὐτά τε τὰ ζῶα καὶ ὁ ἄνθρωπος πόδας ἀρτίους ἔχουσι, Γίνωσκε ὅτι διὰ τὸ μὴ ἀτάκτως ἅλλεσθαι. Οὕτω καὶ γὰρ διὰ μὲν τοῦ ἑνὸς ἱστάμενος ὁ ἄνθρωπος, ὥσπερ πάλιν","prev":{"citation":"Annales 105","label":"105","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/105","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/105"},"next":{"citation":"Annales 107","label":"107","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/107","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/107"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}