{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 111","citation":"Michael Glycas, Annales 111","ref":"111","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/111","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/111","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/111.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":439,"text":"Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐὰτεῦθεν οὖν ὁρμώμενος ὁ διαληφθεὶς θεῖος ἀνὴρ περὶ ψυχῆς καὶ τάδε διέξεισι· «Διττὴν ἔγωγε οἷμαι τὴν δύναμιν τῆς ψυχῆς εἶναι μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης, τὴν μὲν τοῦ σώματος ζωτικὴν, τὴν δὲ ἑτέραν τῶν ὄντων θεωρητικὴν, ἥν δὴ καὶ νοερὰν ὀνο μάζομεν. Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι, ἡ ψυχὴ φυσικῶς διὰ τὴν σύγκρασιν οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ἡ δὲ θεωρητικὴ δύναμις ἐν προαιρέσει τὴν κίνησιν ἔχει.» Ταῦτα μὲν οὖν καὶ ὁ θειότατος ἐπεξηγούμενος Μά ξιμος τὸ μὲν τῆς ψυχῆς, ὃ δὴ καὶ καθαρώτερον, ἀπαθές φησι καὶ ἀμέριστον, νοητῶς τὰ νοητὰ διανοούμενον, τὸ δὲ τῆς ψυχῆς παθητὸν καὶ μεριστόνὃ δὴ καὶ ταῖς αἰσθήσεσι μεριζόμενον συναλγεῖ μὲν ἀλγυνομένῳ τῷ σώματι, ἡδυνομένῳ δ´ αὖ συνηδύνεται · συμφύεται γὰρ, ὡς εἴρηται, ἡ ψυχὴ, καθὰ δὴ καὶ ὁ Νύσσης φησί, διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου. Τῇ γὰρ εὐχροίᾳ τῆς ὄλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκουσμάτων τὴν ῥοπὴν ἔχει,, κἀν τοῖς λοιποῖς ὁμοίως ἑκάστῃ τῶν αἰσθήσεων συνδιατίθεται. Κατὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἔλεγε τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς παθητὸν εἶναι καὶ ὀρεκτικόν. Καὶ αὖθις ἡ ψυχὴ παθητὴ οὖσα ποῦ σώματος τεμνομένου αὐτὴ μὲν οὐ τέμνεται. «καθὰ δὴ καὶ τὸ σῶμα, συναλγεῖ δὲ ὅμως καὶ συμπάσχει τῷ πάσχοντι. Ἔνθεν τοι καὶ κοιναὶ μὲν ἡδοναὶ ψυχῆς καὶ σώματος αἱ ἀπὸ τῶν συναφειῶν καὶ τῶν ἐδωδίμων γινόμεναι, ὡς ὁ διαληφθεὶς ἔφη μεῖος ἀνήρ· αἱ δὲ ἀπὸ τῶν μαθημάτων ἰδίᾳ μόνης εἰσὶ τῆς ψυχῆς, μόνου δὲ σώματος ἡδονὰς οὐκ ἄν τις εὕρῃ ποτέ. Ὅτι δὲ καὶ παθητὸν μέρος κέκτηται ἡ ψυχὴ, δι´ οὐ συμπάσχει τῷ σώματι πάσχοντι, κἀντεῦθεν ἀδημονεῖται καὶ λυπεῖται καὶ τὰ λοιπὰ πάθη δέχεται οἷς μετὰ τὴν ἁμαρτίαν περιέπεσε, δῆλον ἐξ ὧν ὀ Κύριος ἔλεγε· «Νῦν ἡ ψυχή μου τετάρακται.» Συγκεχώρηται γὰρ τῇ ἁγίᾳ αὐτοῦ ψυχῇ. καθὰ δὴ καὶ τῷ σώματι, πάσχειν ἔστιν ὅτε πὰ Πια. καὶ τῆς κενώσεως μέτρον τετήρηκεν ἀπανταχοῦ, ὡς ὁ θειότατος ἔφησε Κύριλλος. Τὰ πάθη καὶ γὰρ ταῦτα, ἤγουν ἡδονὴ καὶ λύπη καὶ ἀθυμία προηγουμένως, οὐμενοῦν τῇ τῶν ἀνθρώπων φύσει κατ´ ἀρχάς συνεκτίσθησαν, ἀλλ´ ὡς ὁ θειότατός φησι Μάξιμος, ὕστερον ἐπεισήχθη ταῦτα διὰ τὴν τελειότητος ἔκπτωσιν, τῷ ἀλογωτέρῳ μέρει πεοσφυέντα τῆς φύσεως. Τούτοις μὲν οὖν ἀκολούθως καὶ ὁ μέγας διέξεισι Βασίλειος, λέγων· «Σκόπει τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια, πῶς δέχεται μὲν τὴν ζωήν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή.» Καὶ οὗτοι μὲν οὔτως· ὁ δὲ Ἀριστοτέλης ἀνθρωπίνοις λογισμοῖς ἐρειδόμενος ἐν αὐτῇ διισχυρίζεται τῇ καρδίᾳ τὸν ἡγεμόνα νοῦν ποιεῖσθαι τὴν οἴκησιν, ὡς ἐντεῦθεν τὴν προαιρετικὴν αὐτοῦ δύναμιν εὐπετῶς φ´ ἅπαν τὸ σῶμα διαμερίζεσθαι. Ἔτεροι δ´ αὖ ὧσπερ ἀκρόπολίν τινα τὴν κεφαλὴν δεδομῆσθαι","prev":{"citation":"Annales 110.18-26","label":"110.18 to 110.26","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/110.18","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/110.18"},"next":{"citation":"Annales 112","label":"112","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/112","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/112"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}