{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 115","citation":"Michael Glycas, Annales 115","ref":"115","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/115","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/115","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/115.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":449,"text":"στοιχείων ἔκαστον ὡς ἔστι μένει. Οἷον ἐὰν λάβῃς βῶλον τῆς γῆς, ὡς ἔστι μένει. Ὕδωρ ἐὰν λάβῃς μέτρῳ τινὶ, τὸ αὐτὸ μένει ὕδωρ καὶ προσθήκην οὐ λαμβάνει. Ἀέρος ἐὰν πληρώσῃς ἀσκὸν, ἄλλον ἀσκὸν´ ν ἐξ ἐκείνου πληρῶσαι οὐ δύνασαι. Τὸ δὲ πῦρ, ὡς ἔστιν, οὐ μένει, ἀλλ´ ὅσην ἐὰν λάβῃς ὕλην, πλεονά· ει τὸ πῦρ. Καὶ λύνους δὲ πολλοὺς ἐὰν ἐξ ἑνὸς λύχνου ἅψῃς, οὐ καινοτομήσεις αὐτόν. Προσφόρως οὖν αὐ τὸν ἐκάλεσεν ἄνθρωπον. Κατὰ τοῦτο δὲ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι προσηγόρευσεν αὐτόν. Ἐπειδὴ γὰρ ἤμελλεν τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τὸ τοιοῦτον αὐτῷ προσεπιτίθησιν ὄνομα. Καὶ ὅρα τὰ τοῦ τοιούτου ὀνόματος γράμματα. Τὰ τέτσαρα γὰρ ὑπεμφαίνουσι κλίματα· ἄλφα ἀνατολὴ, δέλτα δήσις ἄλφα ἄρκτος, μῦ μεσημβρία. Καλῶς οὖν τὸ τοιοῦτον ζῶον καὶ Ἀδὰμ καὶ ἄνθρωπον προσηγόρευσεν · ἐξ αὐτοῦ γὰρ, ὡς προείρηται, τὰ τέσσαρα πεπλήρωται κλίματα. Λέγει γὰρ ἡ Γραφή· «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ κατὰ ἀνασο λάς,» Διὰ τί δὲ μὴ εἰς ἄλλο κλίμα τὸν παράδεισον ἐφύτευσεν, ἀλλὰ κατ´ ἀνατολάς; Ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ διαγωνὴ τῶν ἀνθρώπων. Προμηνύει ὁ Θεὸς τὸ μέλλον. Κατὰ ἀνατολὴν ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξη ὅτι ὥσπερ οὗτοι οἶ φωστῆρες ἀνατέλλουσι καὶ τρέχουσιν εἰς δύσιν καὶ δύνουσιν οὕτω. καὶ τοῦτον δεῖ ἀπὸ τῆς ζωῆς εἰς θάνατον δραμεῖν καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων, καὶ ἄλλην ἀνατολὴν πάλιν λαβεῖν ἐξανάστασιν ἐκ νεκρῶν. Ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. Ἦλθεν ὁ Χρισαλ - καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. Διὰ τοῦτο λέγει ὁ προφήτης· «Ἀνατολὴ ὄνομα αὐτῷ.» Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ὁ ἐξερχόμενος ἐκ τοῦ παραδείσου ποταμὸς εἰς τέσσαρας ἀρχὰς μερίζεται, τουτέστι πηγὰς, ἀφ´ ὧν οἱ τέσσαρες ποταμοί. Καὶ ἐὰν οἱ τέσσαρες οὗτοι ποταμοὶ ἐξ ἑνὸς ἔ,ωσι ποταμοῦ τὴν ἀρχὴν, διὰ τί μὴ καὶ τὸ ὕδωρ αὐτῶν ἕν; διὰ τί μὴ καὶ ἡ ποιότης αὐτοῖς μία; Μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι´ ὡν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. Ὅρα γὰρ ὅτι καὶ αὐτὸ τὸ βδωρ μίαν μὲν ἔχιι τὴν φύσιν καὶ τὴν ποιότητα, ἀλλ´ ἐὰν ἐμβληθῇ αὐτῷ ἀψίνθιον, ἄλλην ποιότητα ποιεῖ, ἐὰν ἄνηθον, ἄλλην, καὶ ἑτέραν αὖθις, ἐὰν πήγανον. Διέρχεσθαι δὲ τοὺς ποταμοὺς διά τινων ὑπονόμων τόπων ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐξ ἑτέρων ἀρχῶν αὐτοὺς ἀναφαίνεσθαι, ἵνα μὴ ταῖς ὄχθαις αὐτῶν ἀκολουθοῦντές τινες αὐτὸν ἐπιχειρῶσι καταλαβεῖν τὸν παράδεισον. Οἶδα δὲ, ἀγαπητὲ. ὅτι καὶ φοῦτο μετὰ τῶν ἄλλω ζητεῖς, τί δή ποτε περὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων ἐφεξῆς διεξιών Μωσῆς τῆς τῶν ἀγγέλων δημιουργίας οὐδαμοῦ μεμνημένος φαίνεται. Γίνωσκε οὖν ἅτι οὐδὲν στερεὸν οὐδὲ βέβαιον εἶχον οἱ νομοθετούμενοι. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνοι καὶ τοσαῦτα θεασάμενοι θαύματα τὴν εἰκόνα τοῦ μόσχο Θεὸν ἀνηγόρευσαν. Οἱ δὲ ῥφδίως οὐτω τὰ τῶν κτηοῶν","prev":{"citation":"Annales 114","label":"114","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/114","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/114"},"next":{"citation":"Annales 116","label":"116","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/116","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/116"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}