{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 117","citation":"Michael Glycas, Annales 117","ref":"117","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/117","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/117","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/117.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":407,"text":"τοις καὶ δυνάμεις καλοῦσι τἀς νοερὰς πάσας φύσεις ώς τῶν σωματικῶν παθῶν ἐλευθέρας κἀντεῦθεν πληροῦν τὰ κελευόμενα δυναμένας· «Δυνατοὶ,» γάρ φησιν, «ἰσχύΐ, ποιοῦντες τὸν λόγον αὐτοῦ « Ἀλλὰ καὶ κατὰ πᾶσαν ἱερὰν διακόσμησιν αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις, ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων αἱ τελευταῖαί εἰσιν. Ἀναγκαῖον δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο εἰδέναι σε, ὅτι πᾶσα ἡ τῶν ἐπουρανίων νοῶν ἐπωνυμία δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος Ἑβραϊκῇ φωνῇ, καθὰ δὴ καὶ ὁ χρυσορῥήμων Ἰωάννης φησὶν ἐν τῷ περὶ ἀκαταλήπτου τρίτῳ λόγῳ αὐτοῦ. Τὸ μὲν αὐτῶν Χερουβὶμ, τὸ δὲ Σεραφὶμ καλούμενα Τὰ τοιαῦτα καὶ γὰρ ὀνόματα τὰς ἐνεργείας αὐτῶν ὑπεμφαίνουσι, καὶ καθάπερ ἄγγελος λέγεται διότι τὰς θείας ἐκφαντορίας ἀναγγέλλει ἡμῖν, καὶ ἀρχάγγελος ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτως αἱ τοιαῦται προσηγορίαι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα δηλοῦσιν ἡμῖν. Καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος δηλοῦσι τῆς φύσεωσαὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον. ἀλλ ἵνα μάθῃς ὅτι ἐκ τῶν ἀνωτάτων χωρίων ἐπὶ τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν xερουβὶμ καὶ Σεραφὶμ οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἣ τὸ ὕψος τῆς φύσεως, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν αὐτῶν. Ὡσαύτως τὸ διὰ παντὸς ἀνυμνεῖν τὸ ἄγρυπνον αὐτῶν ὑπεμφαίνει καὶ γρήγορον. Οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν αὐτῶν δηλοῖ, τῶν δὲ τὴν καθαρότητα. Τί γάρ ἐστι Χερουβὶμ ἢ πεπληθυσμένη γνῶσις; τί δὲ Σεραφὶμ ἢ ἔμπυρα στόματα Ἠ δὲ τῶν θρόνων κλῆσις οὐδὲν ἄλλο ἢ τὸ ἀπὸ πάυ των τῶν περιπεζίων ἐξῃρημένον αὐτῶν ὑπεμφαίνει, καὶ τὸ περὶ τὰς θείας ὑποδοχὰς ἀναπεπταμένον καὶ ἕτοιμον. Οὕτος μὲν οὖν ὁ πρῶτος διάκοσμος παρ´ αὐτῆς τῆς οὐσιοποιοῦ θεαρχίας ἀμέσως μυούμενος· ἡ δὲ τῶν κυριοτήτων ἐπωνυμία δηλοῖ ἀδυύλωτάν τινα καὶ πάντη ἐλευθέραν ἀναγωγὴν τῆς ὄντως κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην. Ἡ δὲ τῶν δυνάμεων ἀῤῥενωπόν τινα καὶ ἀκατάσειστον πρὸς πάσας τὰς θεοειδεῖς ἐνεργείας παρίστησιν, ἡ δὲ τῶν ἐξουσιῶν εὔκοσμόν τινα καὶ ἀσύμφυρτον περὶ τὰς θείας ψποδοχὰς εὐταξίαν. Αὕτη μὲν οὖν ἡ μέση τῶν οὐ ρανίων νοῶν διακόσμησις τελεσιουργεῖται μὲν καὶ φωτίζεται διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήγ σεως, διαπορθμεύει δὲ τῇ μετ´ αὐτὴν τὰς ἐλλάμψεις. Ἡ δέ γε τῶν ἀρχῶν ἐπωνυμία τὸ θεοειδὲς αὐτῶν ἐμφαίνει καὶ ἡγεμονικὸν καὶ τὸ πρὸς τὴν ἀρχοποιὸν ἀρχὴν ὡς δυνατὸν ἀποτυποῦσθαι. Ἡ δὲ τῶν ἀρχαγγέλων ἐπωνυμία τῶν ἄκρων ἀντιλαμβάνεσθαι δηλοῖ· ταῖς γὰρ ἀρχαῖς καὶ τοῖς ἀγγέλοις κοινωνεῖ, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἑστι τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις διὰ τῶν πρώτων ὑποφαινομένη δυνάμεων καὶ τοῖς ἀγγέλοις αὐτὰς","prev":{"citation":"Annales 116","label":"116","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/116","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/116"},"next":{"citation":"Annales 118","label":"118","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/118","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/118"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}