{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 124","citation":"Michael Glycas, Annales 124","ref":"124","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/124","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/124","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/124.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":444,"text":"οὐ μικρῶς, λέγων «Εἰ κρεωδαισίας οὐκ ἦν πρὸ τοῦ κατακλυσμοῦ καιρὸς, τίνος ἔνεκεν ὁ Ἅβελ ποιμὴν προβάτων ἐγένετο;» Ἀλλ´ εἰδέναι κἀνταῦθα. ὀφείλοις ὅτι περιβολαίων ἕνεκεν ἡ τῶν θρεμμάτων. ἐπενοήθη φροντὶς, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης εἰς τὴν Ἑξαήμερον ἐννάτῃ αὐτοῦ ὁμιλίᾳ φησί. Πειθέτω δέ σε πρὸς τούτοις ἡ ἁγία Γραφὴ περὶ τῶν πρωτοπλάστων οὖτω λέγουσα, «Καὶ χιτῶνας δερματίνους. ἐνέδυσεν αὐτούς.» Ἔκτοτε γὰρ ἔδειξεν ὁ Θεὸς τό τε χρήσιμον ὁμοῦ τῆς περιβολῆς καὶ ἀπέριττον Ἅκονόμησε γὰρ ὁ Θεὸς ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τόῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. Ἡ σοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γινέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδάσκαλος ἡν διὰ τὴν παρακοὴν τὸ´ τῶν ἀνθρώπων γένος ἐδέξατο. Καὶ εἰπε πρὸς τὸν Ἀδὰμ ὁ Θεός· «Ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξόλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ´ αὐτοῦ· ᾗ δ´ ἂν ἡμέρᾳ φάγητε ἀπ´ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.» Περὶ τοῦ ξύλου τοῦ γινώσκειν, Ἀλλ´ ἐνταῦθα προσοχῆς, ἀγαπητὲ, χρεία πολλῆς. Λιαφωνία καὶ γὰρ οὐ μικρὰ παρὰ πᾶσι σχεδὸν περί τε τῆς φύσεως τοῦ φυτοῦ ἐκείνου καὶ τῆς βρώσεως αὐτοῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ βρώσεως ἐμφορεῖσθαι λέγουσι τὸν Ἀδὰμ αἰσθητῆς, ποιεῖν τε καὶ πάσχειν ὅσα μετὰ τὴν βρῶσιν ἐξ ἀνάγκης τῇ θνητῇ φύσει παρέπεται. Ὅθεν ἀναγκαῖον περὶ τῆς φύσεως αὐτοῦ τοῦ Ἀδὰμ διαλαβεῖν πρότερον. Οὕτω γὰρ ἐπιγνωσόμεθα κατά γε τὸ ἐγχωροῦν τίς τε ἡ βρῶσις ἣν αὐτὸς ἐν τῷ παραδείσῳ ἤσθιεν ὁ Ἀδὰμ, καὶ τὸ φυτὸν ὡσαύτως τῆς γνώσεως ὁποῖον ἄρα τὴν Κφύσιν ἐτύγχανεν. Πρόσεχε οὖν. Τὸν Ἀδὰμ ἄλλοι μὲν θνητὸν ὑπὸ Θεοῦ παραχθῆναί φασιν, ἕτεροι δὲ μέσην αὐτὸν ἔχειν διισχυρίζονται τάξιν, τουτέστιν ἀθανασίας εἶναι μέσον αὐτὸν καὶ θνητότητος· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ὑπέπεσε θανάτω μετὰ τὴν παράβασιν. Ἀλλ´ ἄφες αὐτοὺς, εἴγε καὶ μᾶλλον ὁ σοφὸς Σολομών ἐν τῇ Σοφίᾳ αὐτοῦ κατὰ λέξιν οὕτως εὔρηται λέγων· Ὁ Θεὸς θάνατον οὐ ἐποίησεν, ἀλλ´ ἐπ´ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ´ εἰκόνα τῆς ἀδιότητος αὐτοῦ. Φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» Εἴπερ οὖν ὁ Θεὸς ἐπ´ ἀφθαρσίᾳ ἔκτισε κατ´ εἰκόνα τῆς ἀιδιότητος αὐτοῦ, πῶς εἴπωμεν αὐτὸν ὑποκεῖσθαι φθορᾷ καὶ θνητότητι, καὶ ταῦτα τοῦ Θεοῦ θάνατον, ὡς εἴρηται, μὴ ποιήσαντος ἀπ´ ἀρχῆς; Εἰ γὰρ εἴπωΚμεν ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καὶ φθορᾷ κατά τιτα τρόπον ὑπέκειτο, οὐδέν τι παριστῶμεν ἕτερον ἢ ὅτι παρὰ Θεοῦ τὸ κατάρχειν ἡμῶν ἔσχεν ἥ τε φθορὰ καὶ ὁ θάνατος. Ἀλλ´ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ὅτι μηδὲ θανάτου, καθὰ δὴ καὶ προείρηται, ποιητὴς ὁ Θεός. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐκ ἄξον. Εἰ μὲν γὰρ ὅτε παρήγαγε τὸν ἄνθρωπον ὁ","prev":{"citation":"Annales 123","label":"123","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/123","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/123"},"next":{"citation":"Annales 125","label":"125","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/125","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/125"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}