{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 126","citation":"Michael Glycas, Annales 126","ref":"126","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/126","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/126","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/126.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":410,"text":"καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτως τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ὰ λλὰ καθάπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρῶς ἀποστίλβων, οὔτως πάση. φθορᾶς τὸ σῶμα ἐκεῖνο ἀπήλλακτο, καὶ οὕτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐ ῥύπος, οὐ Ἐάκρυον, οὐδ´ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν. Ἀλλ´ ἐπειδὴ πρὸς τὸν εὐεργέτην ἐξύβρισε, Θεός τε γενέσθαι ἤλπισε, καὶ μείζω τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε σωφρονίζων αὐτὸν ὁ Θεὸς φθαρτὸν αὐτὸν ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις ἀνάγκαις κατέδησε.» Ταῦτα μὲν οὗν ὁ θειότατος Ἰωάννης. Ἐφ´ ᾧ καὶ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα δικαίως ὁ λόγος ἐκάλεσε· τὸ γὰρ οἵᾳ δή τινι φθορᾷ μὴ ὑποκείμενον ἄφθαρτον ὁμολογουμένως Ἀστίν. Εἰ δὲ ἄφθαρτον, πῶς ἄρα καὶ τίνα τρόπον ἔπασχε, τοῦτο μαθεῖν ἀξιοῦμεν. Ἡμεῖς γὰρ ἀφ´ ἑαυτῶν ἐννοῆσαι, πῶς ὑπέπιπτε πάθεσι σῶμα πάσης ἀπηλλαγμένον φθορᾶς, οὐκ ἐσμὲν ἱκανοὶ, καὶ διὰ τοῦτο παρακαλοῦμεν μαθεῖν. Ὅτι δὲ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα καὶ ἀθάνατον ἦν, ὁ μακάριος ἔδειξε Κύριλλος ἐν τῷ εἰς τὴν δημιουργίαν τοῦ ἀνθρώπου λόγῳ αὐτοῦ, κατὰ λέξιν οὕτως εἰπών· «Ἐπεποίητο μὲν ἀπὸ γῆς τὸ σῶμα τοῦ Ἀδὰμ, ἄμεινον δὲ θανάτου καὶ φθορᾶς ἦν· ἐνεφύτευσε γὰρ αὐτῷ τὴν ζωὴν ἀ τῆς ζωῆς χορηγός.» Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος αὐτὸ τοῦτο παριστῶν ἔλεγε· «Πλάσας τὸν ἄνθρωπον ῥ Θεὸς αἰωνίου ζωῆς ἀπόλαυσιν αὐτῷ ἐχαρίσατο.» Πρὸς δέ γε τοῖς εἰρημένοις καὶ ὁ θειότατος Βαρλαὰμ οὔτω πρὸς Ἰωάσαφ εὕρηται λέγων· «Τὸν ἀπ´ ἀρχῆς ἄνθρωπον ὁ Θεὸς αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας βασιλέα πάντων τῶν ἐπιγείων κατέστησεν.» Ἀλλ´ ὅρα, καὶ μὴ παρέργως ἐπέρχου τὰ τοιαῦτα θεῖα ῥητά. Ἄμα μὲν γὰρ ὁ κατ´ εἰκόνα παρήγετο, καὶ ἄμα τῆς αὐτεξουσιότητος ἠξίωτο καὶ τῆς ἀθανασίας ὑπὸ Θεοῦ. Καὶ πῶς λοιπὸν αὐτὸν εἴπωμεν ἀθανασίας εἶναι καὶ θνητότητος μέτοχον; Ἀσυλλόγιστον, ὡς οἶμαι, καὶ τοῦτο λίαν ἐστίν. Εἰ γὰρ ἐν νοῆσαι εἴχομεν ὅτι βασιλέα κατέστησε τῶν ἐπιγείων αὐτὸν, ἀθανασίᾳ τιμήσας αὐτὸν πρότερον, οὐκ ἂν ἔπεισε καὶ θνητότητα παρεμιγνύομεν, οὐκ ἂν ἀσυλλόγιστα τὰ τοιαῦτα διενοούμεθα περὶ τοῦ γεγενημένου κατ´ εἰκόνα Θεοῦ. Ἀλλὰ καὶ ὁ χρυσοῤῥήμων Ἰωάννης αὐτὸ τοῦτο παρίστησι, ὅιεξιὼν οὑτωσὶ κατὰ λέξιν ἐν τῇ εἰς τὴν Ἐξαήμερον κα´ ὁμιλίᾳ αὐτοῦ· «Δημιουργήσας τὸν ἄνθρωπον ὁ Θεὸς, ἠβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. Διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς εἶναι αὐτὸν καὶ ἀθάνατον εἰς τὸ διηνεκές. Ἀλλ´ ἐπειδὴ διὰ ῥᾳθυμίαν ὤλισθε καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν, οὐδὲ οὕτως ἀπεστράφη τέλεον αὐτὸν, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀφῆκε σχεδὸν εἶναι ἀρχῆς.»","prev":{"citation":"Annales 125","label":"125","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/125","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/125"},"next":{"citation":"Annales 127","label":"127","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/127","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/127"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}