{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 128","citation":"Michael Glycas, Annales 128","ref":"128","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/128","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/128","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/128.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":415,"text":"ἐν τῷ περι ἀναστάσεως λόγῳ αὐτοῦ τὸν περι τούτου λόγον ἀριδηλότερον ποιεῖται, καὶ οὗτω φησί· «Τοιοῦτον ἐκ νεκρῶν ἐγήγερται τὸ σῶμα τὸ πεσὸν, ὁποῖον ἦν ἀπ´ ἀρχῆς, ἀποβαλόμενον ἅπαν ὅπερ ἔφθασε διὰ τὴν ἀμαρτίαν ἐπισυμβῆναι αὐτῷ.» Πρόσεχε οὖν. Εἰ Κγὰρ τοιοῦτον ἐγήγερται ὁποῖον ἦν ἀπ´ ἀρχῆς, τὸ δὲ ἐγειρόμενον ἐκεῖνο σῶμα τότε θανάτου καὶ φθορᾶς ἄμεινον ἐγερθῆναι ὡμολόγηται, καὶ βεβαιοῖ τὸν λόγον ὁ πάμμεγας Παῦλος οὕτω λέγων· «Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν,» εὔδηλον πάντως ὅτι καὶ τὸ σῶμα ἐκεῖνο, λέγω δὴ τὸ πρώτως ὑπὸ Θεοῦ ποιηθὲν, ἀθάνατον ἀληθῶς ὑπῆρχε καὶ ἄφθαρτον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. Αὐτὸ τοῦτο παρίστησι καὶ Νυς. σαεὺς θεῖος Γρηγόριος, ἡνίκα καὶ μᾶλλον εὔρηται τὸ τοῦ Ἐκκλησιαστικοῦ ῥητὸν ἐπεξηγούμενος τὸ διαλαμβάνον οὕτως ἐν λέξεσι· «Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ οιηθησόμενον.» Λέγει γὰρ ὅτι χειρὶ Θεοῦ πεποιημένος ἄνθρωπος οὐχ ὃ νῦν ἐστι διὰ τὴν ἁμαρτίαν, ἤγουν τρεπτὸς καὶ φθαρτὸς, τοῦτο ἦν ἀπ´ ἀρχῆς, ἀλλ´ ὃ ποιηθήσεται ὕστερον, ἄτρεπτος δηλονότι καὶ ἄφθαρτος. Εἴπερ οὖν ὁ Θεὸς ἐπʹ´ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε, κατ´ εἰκόνα τῆς ἀδιότητος αὐτοῦ καθά φησι Σολομών· εἴπερ οὖν ἔδειξε τὸ οἰκεῖον φιλότιμον μεταδοὺς αὐτῷ ψυχῆς νοερᾶς ὡς εἶναι καὶ ἀθάνατον ἐετὸ διηνεκὲς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησιν· εἴπερ οὖν ζωῆς αἰωνίου ἀπόλαυσιν ἐχαρίσατο τῷ ἀνθρώπῳ κατ´ ἀρχὰς ὁ Θεὸς, ὡς ὁ μέγας φησὶ κασίλειος· εἴπερ οὖν ἡ πρώτη ποίησις τοῦ Ἀδάμ ἄφθαρτος ἦν, ὡς ὁ Σιναίτης φησὶ θεῖος Ἀναστάσιος · οἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ κατ´ ἀρχὰς ὁ Θεὸς τὸ ἀθάνατον καὶ ἀνώλεθρον, ὡς ὁ θεῖος Ἀνδρέας εὔρηται λέγων· εἴπερ αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας τὸν ἄνθρωπον ὁ Θεὸς Βασιλέα πάντων τῶν ἐπιγείων κατέστησε, καθάπερ ὁ μακάριός φησι Βαρλαὰμ, πῶς λοιπὸν θνητὸν αὐτὸν ὁμοῦ καὶ ἀθάνατον ὑπὸ Θεοῦ παραχθῆναι εἴπωμεν· κνήκδεκτον, ὡς οἷμαι, τοῦτο καὶ λίαν ἐστί. Καὶ πιλγὰρ οὐκ ἀνένδεκτον, εἴγε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος οὐκ ἐᾷ περὶ τοῦ πρώτου ἀνθρώπου τοιαῦ τα φαντάζεσθαι; Παντὸς γὰρ ἐπικαλύμματος καὶ προβλήματος ἀνενδεᾶ τὸν ἀπ´ ἀργῆς ἐκεῖνον εἰπών εἶναι, ἔδειξε προφανῶς ὅτι στολὴν ἀθανασίας ἠμφιεσμένος ἦν ὁ πρῶτος ὑπὸ Θεοῦ δημιουργηθεὶς ἄνθρωπος. Ἀλλ´ ἐπὶ τούτοις ἀντιλέγειν οὐ θεμιτόν, Ἡ τὰρ ὑπέκειτο τὸ σῶμα ἐκεῖνο πάθεσι αυσικοῖ- καὶ φθαρτὸν ὁμολογουμένως ἦν, ἢ παθῶν παντοίων ὑπέρτερον ἦν, ὡς ὁ λόγος ἤδη διείληφε. Καὶ περὶ ἀφθαρσίας ἀμφιβάλλειν οὐ χρή· φαίνεται γὰρ ὅτι φθορᾷ οἰᾳδήποτε μὴ ὑποκείμενον ἀληθῶς ἄφθαρτον ἡν. Οὕτω μὲν οὖν, ἀγαπητὲ, καὶ τὸ σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ φθαρτὸν ὡμολόγηται πρὸ τοῦ πάθους, ἐπειδὴ πάθεσι φυσικοῖς ὑπέκειτο, καὶ ἄφθαρτον αὖθις μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν·","prev":{"citation":"Annales 127","label":"127","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/127","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/127"},"next":{"citation":"Annales 129","label":"129","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/129"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}