{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 133","citation":"Michael Glycas, Annales 133","ref":"133","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/133","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/133","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/133.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":413,"text":"Ι δὲ ταῦτα οὕτως ἔχει, πῶς εἴπωμεν ἐν αὐτῇ τῇ τελειότητι πάσχειν ὅλως τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον; Δέδεικται οὐν ἐκ πολλῶν ὅτι πρὸ τῆς παραβάσεως οἵῳ δή τινι φυσικῷ οὐχ ὑπέκειτο πάθει ὁ ἄνθρωπος, ἄτε δὴ τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιρῶν. Εἰ δὲ τοῦτο, πῶς ἔπασχεν; εἰ γὰρ ἔπασχεν, καὶ θνητῆς ἂν ἐξ ἀνάγκης φύσεως ἦν καὶ φθαρτῆς. Ἀλλ´ ἡμᾶς οὕτω φρονεῖν ἐπὶ τούτοις κωλύει μὲν καὶ ὁ τῶν διαληφθέντων ἀγίων χορὸς, κωλύει δὲ πλέον καὶ ἡ ἐν Καρθαγένῃ συστᾶσα σήνοδος ἐν ἑκατοστῷ ἐννάτῳ κανόνι αὐτῆς οὕτω λέγουσα · «Εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ Θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθορὰν, ἤτω ἀνάθεμα.» Ταύτῃ τοι καὶ παράγειν ἐνταῦθα τὸν θεολόγον Γρηγόριον οὐκ εὐπρεπὲς ἡμῖν οὐδὲ ὅσιον ἤγηται. Εἰ γὰρ καὶ λέγειν ἔοικε τὸν ἀπ´ ἀρχῆς ἄνθρωπον ἐπίγειον εἶναι τὸ σῶμα καὶ οὐράνιον τὴν ψυχὴν, πρόσκαιρον ὁμοίως καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπει νότητος, πνεῦμα καὶ σάρκα τὸν αὐτὸν, τὸ μὲν ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δὲ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέδει φιλοτιιμούμενος, ἀλλ´ οὐχ οὔτω δοκεῖ περὶ τούτου καὶ ἡμῖν, ὅτι μηδὲ τὰ θεῖα ταῦτα ῥητὰ τοῦ πρώτου χάριν ἀνθρώπου λελέχθαι νομίζομεν. Πῶς γὰρ, εἴγε καὶ μᾶλλον αὐτοῦ τοῦ θεολόγου λέγοντος ἀλλαχοῦ κατὰ λέξιν οὕτως ἠκούσαμεν· ἐπεί δν φθόνῳ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε καὶ ὑφεῖλε δν τῆς ἀπάτης τὸν ἄνθρωπον, δν τοῦτο τῷ ἡμετέρῳ πάθει Θεὸς γενόμενος ἄνθρωπος. » Ἀλλὰ προσέχειν ἐνταῦθα παρακαλῶ. Εἰ γάρ ὑφεῖλε τὸν ἄνθρωπον, ὡς ὁ Θεολόγος φησί, δν τῆς ἀπάτης ὁ θάνατος, φαίνεται πάντως ὅτι πρὸ τῆς ἀπάτης ἀθάνατον εἶχε κατὰ τὸ σῶμα τὸν ἄνθρωπον ὁ θεῖος οὗτος ἀνήρ. Εἰ δὲ τοῦτο, πῶς ἔλεγεν· «Ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται; » Τὸ γὰρ ἀθάνατον οἵῳ´ δή τινι τρόπῳ πάσχειν οὐ πέφυκε. Καὶ τί χρὴ πολλὰ λέγειν; εἴγε καὶ πάθεσιν ὑπέκυπτε πρὸ τῆς ἀμαρτίας ὁ ἄνθρωπος, καὶ ῥευστὸς ἐξ ἀνάγκης ἦν· εἰ δὲ ῥευστὸς ἐκεῖνος, εὔδηλον ὄτι καὶ θνητός. Εἰ δὲ ὕνητὸς ἀπ´ ἀρχῆς Ἐν. οὐ δν παρακοῆς λοιπὸν ἥ τε φθορὰ καὶ ὁ θάνατος. Ἀλλὰ´ οὐκ ἂν, ὡς οἶμαι, τοῦτο εἰποι τις λογισμοῦ κύριος ὤν. Πῶς γὰρ, εἴγε καὶ ἀναθέματι τοὺς οὕτω φρονοῦντας ἡ διαληφθεῖσα καθυποβάλλει ἁγία σύνοδος; Ἄλλως τε εἰ πρόσκαιρον εἰναι πρὸ τὴς παραβάσεως ᾤετο τὸν Ἀδὰμ, πῶς αὐτὸν ἐπὶ κέρδει λαβεῖν ἔλεγε τὸν θάνατον ὕστερον; ἵνα γὰρ μὴ τὸ κακὸν ἀθάνανον ἦ, δν τοῦτό φησι θανάτῳ τὸν Ἀδὰμ συγχωρηθῆναι πεσεῖν. Ἀλλὰ κάνταῦθα προσέχειν ἄέιον. Φαίνεται γὰρ ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν, ἐπεὶ πῶς ἀθάνατον ἔμελλε μεῖναι","prev":{"citation":"Annales 132","label":"132","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/132","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/132"},"next":{"citation":"Annales 134","label":"134","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/134","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/134"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}