{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 136","citation":"Michael Glycas, Annales 136","ref":"136","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/136","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/136","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/136.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":443,"text":"ιϋτοι μὲν οὔτως, ὁ δὲ θειότατος Γρηγόριος ὁ Νύσσης οὐτω κατὰ ῥῆμα διέξεισιν, ὅτι τὸ ἀπηγορευιλένοι ἐκεῖνο τῇ βρώσει ξύλον οὔτε συκῆν, ὥς τινές φασιν, οὔτε τι τῶν ἀκροδρύων ἕτερον εἶναι πεπείσμεθα. Εἰ γὰρ καὶ περὶ βρώσεως αἰσθητῆς ἐνταῦθα δοκεῖ λέγειν ὁ θεόπτης Μωσῆς, ἀλλ´ ἐγὼ, φησὶ, τῆς ἁγίας ἀκούων Γραφῆς οὐ μόνον σωματικὴν ἐπίσταμαι βρῶσιν, ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφὴν, ἦς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. Φάγετε καὶ γὰρ τὸν ἐμὸν ἄρτον, ἡ σοφία τοῖς πεινῶσι παρακελεύεται, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. Ἀλλὰ καὶ ὁ Κύριος τὴν Σαμαρειτῶν ὑπεμφαίνων σωτηρίαν ἔλεγε «Βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,» καὶ ἀλλαχοῦ «Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω.» Οὐκοῦν τῆς φυτείας τῆς ἐν Ἐδὲμτρυφὴ δὲ ἡ Ἐδὲμ ἐρμηνεύεται ἄξιόν τινα καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον, καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἐπέῤῥυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐννοεῖν. Οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος νοερὰν εἶναι βούλεται τὴν βρῶσιν ἐκείνην, οὐ μὴν αἰσθητήν τε καὶ σαρκικήν. Εἰ γὰρ τοιαύτην ἐσήμανε βρῶσιν τὰ θεῖα ῥητὰ, καὶ σαρκικῶς ἀπέθνησκον οἱ ταύτης ἀπογευόμενοι· νοερῶς δ´ οὖν ἡμαρτηκότες τὸν τῆς ψυχῆς αὐτίκα δέχονται θάνατον. Οὕτω μὲν οὖν καὶ ὁ θεολόγος Γρηγόριος τὸ φυτὸν ἐκεῖνο, τὸ ξύλον δηλονότι τῆς γνώσεως, θεωρίαν εἶναι ἔφησεν, τουτέστι γνῶσιν τελεωτέραν τινὰ, ἦς ἐπιβαίνειν οὐκ ἀσφαλὲς τοῖς γε λιχνοτέροις τὴν ἔφεσιν. Πρόσεχε οὖν. Δέδεικται γὰρ ἐκ πολλῶν ὅτι βρώσεως αἰσθητῆς ἑν τῷ παραδείσῳ οὐκ ἦν ἐνδεὴς ὁ Ἀδάμ· ἀθάνατος γὰρ ὑπὸ Θεοῦ παραχθεὶς οὐκ ἦν οὐδενὸς ἐνδεής. Καὶ τ, χρὴ πολλὰ λέγειν; εἰ καθ´ ὁμοιότητα τῶν ἀγγέλων ἐν τῇ ἀναστάσει ζήσεται ὁ ἄνθρωπος «καὶ ἔσονται γάρ φησι «πάντες ὡς ἄγγελοι Θεοῦ), ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἄλλο ἐστὶν κατά γε τοὺς θείους Πατέρας ἢ πρὸς τὸ ἀρχαῖον τῶν πεπτωνότιον ἀποκατάστασις, εὔδηλον πάντως ὅτι πρὸ τῆς παρα. βάσεως ἰσάγγελον εἶχε τὴν ζωὴν ὁ Ἀδὰμ, μήτε βρώσει μήτε πόσει, καθάπερ εἴρηται, χρώμενος, ὅτι μηδὲ παρὰ τοῖς ἀγγέλοις αὐτοῖς τοιοῦτόν τι τεθεώρηται. Μὴ τοίνυν ἐν παραδείσῳ τὸν ἄνθρωπον αἰσθητῆς ἐμφορεῖσθαι νόμιζε βρώσεως, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ἐκεῖσε διά γε τὴν αὐτῷ τηνικαῦτα προσοῦσαν ἀπάθειαν. Ἀλλ´ ἐπὶ τούτοις ἀμφιβάλλειν οὐκ ἔπρεπεν. Ἐπειδὴ γὰρ τὰ φυσικὰ ταῦτα πάθη, πεῖνα λέγω καὶ δίψα κόπος ὕπνος ὀδύνη λύπη καὶ τὰ λοιπὰ, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἀμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώσεως. Καὶ τί χρὴ πολλὰ λέγειν; εἴ γε τροφῆς ἧν ἐνδεὴς ὁ ἄνθρωπος ἁπ´ ἀρχῆς, ὥς τινες ὑπειλήφασι, καὶ πεινῶν ἄν ἐξ ἀνάγκης ἡν καὶ ῥιγῶν καὶ κοιμώμενος. Εἰ δὲ τοιοῦτος ἐκεῖνος ἦν, εὔδηλον πάντως ὅτι θνητὸς ἦν ἀπ´ ἀρχῆς καὶ φθαρτός· ἀδύνατον γὰρ ἄφθαρτον","prev":{"citation":"Annales 135","label":"135","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/135","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/135"},"next":{"citation":"Annales 137","label":"137","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/137","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/137"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}