{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 137","citation":"Michael Glycas, Annales 137","ref":"137","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/137","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/137","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/137.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":394,"text":"σθητῆς βρώσεως ἐν μετουσίᾳ γενόμενον. Ἀλλ´ ἄφες αὐτούς· ἡ γὰρ ἀναγεγραμμένη ἀγία σύνοδος οὕτω περὶ τοῦ πρώτου ἀνθρώπου φρονεῖν οὐδαμοῦ συγχωρεῖ. ἀιέξεισι γὰρ οὔτω κατὰ λέξιν, «εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ Θεοῦ, καὶ μὴ μετὰ τὴν ἀμαρτίαν ἐλθεῖν εἰς φθορὴν, ἤτω ἀνάθεμα.» Καὶ περὶ μὲν τούτων οὕτως. Δυτεύεται δὲ ὄμως ἐν παραβείσῳ καὶ τοιοῦτον φυτὸν, ἀφ´ οὗ κεκώλυται μὴ φαγεῖν ὁ Ἀδάμ. Τίνος ἕνεκεν; Ὡς ἐντεῦθεν ἐπιγινώσκειν τὸν τοσούτων ἀγαθῶν παροχέα, καὶ ὡς ὑπὸ Δεσπότην αὐτός ἐστι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, καὶ μὴ τοιοῦτον παθεῖν ἐξ ἀπονοίας ὁποῖον ἔπαθεν ὁ πεσὼν Ἑωσφόρος, τὴν δοθεῖσαν αὐτῶ λαμπρότητα μὴ δυνηθεὶς ἐνεγκεῖν. Ἀλλὰ γὰρ τίνα τὰ μετὰ ταῦτα; Παραβαίνει τὴν ἐντολὴν, ἅπτεται τοῦ φυτοῦ, γυμνοῦται τηνικαῦτα, φθορᾷ περιπίπτει, τοῦ παραδείσου ἐκβάλλεται, γινώσκει τὴν Εαν, γεννᾷ τρεῖς υἱοὺς, τὸν Κάϊν τὸν Ἀβέλ καὶ τὸν Σήθ. Πρόσεχε δὲ, ἀγαπητὲ, καὶ μὴ συναρπάζου τοῖς αὔτω λέγουσιν ι Εἴπερ ζδει ὁ Θεὸς τὸν Ἀδὰμ τὴν ἐντολήν τε παραβαίνοντα καὶ τοῦ παραβείσου τηνικαῦτα ἐκπίπτοντα, τί δήποτε παρήγαγεν αὐτόν; Ἢ Κγὰρ ἔδει μὴ παραγαγεῖν αὐτὸν, ἡ παραχθέντα κωλῦσαι τῆς ἀπηγορευμένης ἐκείνης βρώσεως.» Ἄφες αὐτοὺς, εἴγε τὰ τοιαῦτα φρονοῦσι, πείθου δὲ μᾶλλον τῷ θειοτάτῳ Γρηγορίῳ τῷ Νύσσης οὕτω λέγοντι «ὄτι μὲν ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώπινον, οὐκ ἠγνόησεν ὁ τὰ πάντα εἰδὼς Θεός. Οὐκ ἐκώλοωσε δέ· ὥσπερ γὰρ τὴν παρατροπὴν ἐθεάσατο, οὗτο τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς τὸ ἀγαθὸν κατενόησε. Τί οὖν; μεινον ἦν καθόλου μὴ ἀγαγεῖν τὴν σύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρτόντα προέγνω τὸν ἄνθρωπον, ἢ παραχθέντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἐπανακαλέσασθαι; Πάντως τὸ δείτερον. λλως τε διὰ τὴν αὐτοῦ ἀγαθότητα παραγαγεῖν ὁ Θεὸς ἠθέλησε τὸ ἀνθρώπινον, ὁμολογουμένως δὲ προεῖδε καὶ τὴν γενησομένην αὐτοῦ παρεκτροπήν. Εἴπερ οὖν οὐ παρήγαγε διὰ τοῦτο τὸν ἄνθρωπον, ἐνίοα δὲ λοιπὸν ἡ κακία ἡμῶν, ὡς ὁ Δαμασκηνὸς Ἱωάννης φησὶ, τὴν ἀγαθότητα τοῦ Θεοῦ. Πάντα Κμὲν οὖν καλὰ ποιεῖ ὁ Θεὸς, ὅσα δὴ καὶ ποιεῖ, ἕκαστος δὲ ἡμῶν ἐξ ρίκείας προαιρέσεως ἐκκλίνει πρός γε τὸ καλὸν ἢ τὸ κακόν. Εἰ γὰρ καὶ «συνέφερε τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη» φησὶν ὁ Κύριος, ἀλλ´ οὐ τὴν οἰκείαν δημιουργίαν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. Ἡ γὰρ τῆς οἰκείας γνώμης, ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησε, ὥσπερ οὐν καὶ ἐφ´ ἡμῶν αὐτων ἔστιν ἰδεῖν. Καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. Εὐεργετῆσαι θέλων ὁ βασιλεὺῦς τῶν ὑπὸ χεῖρά τινα οοὰροήΟΟϛίς","prev":{"citation":"Annales 136","label":"136","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/136","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/136"},"next":{"citation":"Annales 138","label":"138","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/138","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/138"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}