{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 141","citation":"Michael Glycas, Annales 141","ref":"141","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/141","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/141","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/141.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":398,"text":"τὸν ἁμαρτάνειν, ὅσον ἄρα τὸ καὶ ἐτέρους ἐνάγειν εἰς ἀμαρτίαν. Κατὰ τοῦτο καὶ βαρυτέραν ὑπέστη τῆς Εὔας τὴν κόλασιν. Ἡ Εὔα πάλιν τοῦ Ἀδὰμ, ὅτι τὸν Ἀδὰμ ἠπάτησεν ἡ Εὔα, καὶ τὴν Εὔαν ὁ ὄφις. Ἀλλ´ ἐκ τούτου νοερᾶς μετέχειν ψυχῆς καὶ τὰ ἄλογα οἱ Μανιχαῖοι ἐνόμισαν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ἐτιμώρησε τὸν ὄφιν ὁ Θεὸς οὐκ ἂν ἀρᾷ καθυπέβαλεν. Ἀλλ´ οὐκ ἔστι τοῦτος οὐκ ἔστι. Καὶ δῆλον ἐξ ὥν ὁ προφήτης λέγει Δαβὶδ «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἰς οὐκ εστι σύνεσις.» Ἄλλως τε εἰ διὰ τὸ τιμωρηθῆναι τὸν ὄφιν δοκοῦσι καὶ τὰ ἄλογα νοερᾶς μετέχειν ψυχῆς, πὸ κωλύον κάντως οὐδὲν μὴ καὶ ἐπ´ αὐτῶν τῶν φυτῶν τὸ τοιοῦτον δόγμα κρατεῖν, εἰ γε τὴν συκῆν ἀρᾷ καθυπέβαλεν ὁ Χριστὸς, ἡνίκα πεινάσας οὐχ εὔρεν καρπὸν ἑν αὐτῇ. Ὑποβάλλει τοίνυν ὁ Θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολον οὐ βλέπῃ τις τί ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, ὡς ὁὶκρυσοῤῥήμων φησὶν, ὑπόμνησιν λάβῃ ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας ἐπὶ τοσοῦτον κολάζεται, περὶ ποῦ πρωταιτίου τί χρὴ καὶ λέγειν. Τιμωρεῖται τὸν ὄφιν ὁ Θεὸς τοιοῦτόν τι ποιῶν ὅποῖον δὴ καὶ φιλόστοργος πατήρ. Οὐ μόνον γὰρ τὸν φονέα τοῦ Υἱοῦ αὐτοῦ τιμωρεῖται, ἀλλὰ καὶ τὸ τοῦ φόνου ὄργανον συνθλάττει τε καὶ εἰς πολλὰ κατασέμνει. «Αὐτὸς σου τηρήσει τὴν κεφαλήν.» Οὐκέτι. φησὶ, πρὸς ἐπιβουλὰς, ὧ ὄφι, ἀνθρώπων παῤῥησιάσῃ καθὰ δὴ καὶ τὸ πρότερον, ἀλλὰ σὺ μὲν τοσοῦτον ἕξεις τῶν ἀνθρώπων τὸν φόβον ὡστε περιπατούντων καὶ ἐκείνων ἀκούων φωλεοῖς ἐγκατακρύπτειν ἑαυτόν. Ὁ μὲν οὖν μέγας Μακάριος ἐν ἐπιστολαῖς αὐτοῦ περὶ τοῦ διαβόλου φησὶν ὅτι ἅμα τῶ ἐκπτ.σεῖν τῇ γεέννῃ παραδοθῆναι ἔμελλεν, ἀλλ´ εἰάθη πολεμεῖν, ἵνα φανῶσιν οἱ τοῦ Χριστοῦ στρατιῶται· ἀντιδίκου γὰρ μὴ προκειμένου οἱ γνήσιοι στρατιῶται τοῦ βασιλέως οὐ φανεροῦνται. Ὅθεν ὡς καταδικώτερος σφοδροτέραν εὑρήσει τὴν κόλασιν. Ὁ δὲ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἡσαΐαν ἑρμηνείᾳ καὶ τάδε περὶ τοῦ διαβόλου διέξεισι. «Τάχα γὰρ πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον τόπος τῆς μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἠδύνατο ὁ τῦφος, εἰ καὶ ἀρχαιότερον νόσημα ἦν, ἕυως διὰ τῆς μετανοίας ἑαυτὸν ἐξιασάμενος ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξ ἀργῆς. Ἀφ´ οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ τοῦ παραδείσου, καὶ ὁ ἄνθρωπος ἐν αὐτῷ, καὶ ἐντολὴ καὶ φθόνος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, ἀποκέκλεισται αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. Εἰ γὰρ ὁ Ἠσαῦ μετανοίας τόπον οὐχ εὗρε τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολέλειπται μετανοίας τῷ τὸν πρω","prev":{"citation":"Annales 140","label":"140","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/140","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/140"},"next":{"citation":"Annales 142","label":"142","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/142","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/142"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}