{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 142","citation":"Michael Glycas, Annales 142","ref":"142","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/142","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/142","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/142.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":410,"text":"τόπλαστον ἀποκτείναντι Ἀδὰμ καὶ ἐκείνου τὸν θάνατον εἰσενεγκόντι;» Ἀλλὰ καὶ ὁ Σιναίτης θεῖος Ἀναστάσιος εἰς ἐπιστροφὴν, ὡς ἔοικεν, ἕλκων καὶ τοὺς λίαν ἀπεγνωσμένους, καὶ τάδε κατὰ ῥημα φησίν· «Εἰ Μανασσῆν ὁ Θεὸς διὰ μετανοίας ἐδέξατο, τάχα τολμῶ εἰπεῖν ὅτι καὶ τὸν διάβολον μετανοοῦντα ὁλοψύχως δέξεται.» Καλῶς δὲ εἶπεν ὅτι τολμῶ εἰπεῖν· ὅρα γὰρ ὅτι καὶ ὁ Δαμασκηνὸς Ἰωάννης οὐ δίδωσι τῷ διαβόλῳ μετάνοιαν. Αέγει καὶ γὰρ ὅτι ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τουτο τοις ἀγγέλοις ἡ ἔκπτωσις· μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ θάνατον. Οὐκ ἐνεδόθη δὲ καὶ τοῖς ἐκπεσοῦσιν ἀγγέλοις μετάνοια, ὡς ὁ Νεμέσιός φησιν, ὅτι καὶ ἀσώματος ἡ φύσις αὐτῶν· ὁ γὰρ ἄνθρωπος διὰ τὸν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν. Ἀλλ´ ἱμοι γε τέως ὁ λόγος οὗτος ὃς ἐπὶ τῷ Ἀδὰμ οὐκ ἔστιν ἀποδοχῆς ἄξιος. Οὐδὲ γὰρ ὑπὸ σωματικῶν ἐπιθυμιῶν ἡττηθεὶς ὁ Ἀδὰμ εὐρέθη παραβάτης τῆς ἐντολῆσπαγε τῆς Ὠριγένους φρενοβλαβείας ὅτι μηδὲ χώραν εἶχον αὗται πρὸ τῆς παραβάσεως ἐν αὐτῷ. Καὶ τί χρὴ πολλὰ λέγειν; Αὐτὸς ὁ Ἀδὰμ ἐκβληθείς τοῦ παραδείσου καὶ ἀπέναντι καθίσας αὐτοῦ παρ´ ὅλην ἐθρήνει τὴν ζωὴν αὐτοῦ. Ἐφ´ ὧ κάμπτεται ὁ Θεὸς, καὶ πάντα ποιεῖ καὶ πάσχει ὃι´ αὐτῶν. Ὁ δὲ διάβολος ἐκπεσὼν οὐ μόνον οὐκ ἐθρήν νησεν, ἀλλὰ καὶ κατὰ τοῦ πλάσματος ἐλύττησε Θεοῦ, καὶ τὸν Θεὸν αὐτὸν διέβαλε πρὸς τὸν Ἀδάμ. Λοιπὸν μετὰ τὴν ἀμαρτίαν οὕτω διατεθέντα μετανοίας ἐπιτυχεῖν πάντως ἀμήχανον. Ἄκουε δὲ καὶ τί φησιν ὁ Θεοδώρητος ἐν τῇ Θεραπευτικῇ αὐτοῦ περὶ τούτου. Ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι Θεοῦ τετιμημένων λυττῆσαι καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πάλειμον τλν Αὲ ποιπ τὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τὸ τῶν ἀνθρώπων γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιὼν, ἀδεῶς διαφθείρῃ οὓς διὰ φθόνον ἐμίσησεν. Οὐκοῦν ὁ φθόνος οὐτος, μάλιατα δὲ ἡ ἔπαρσις αὐτοῦ καὶ ἀπόνοιααὶ νῦν γὰρ ὑπ´ αὐτὸν ἀρχαὶ καὶ ἐξουσίαι, ὡς ὁ Παῦλος φησὶ, πρὸς τούτοις δὲ ἡ ἀπόγνωσις μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἔλεγον ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς] μετανοεῖν τὸν ἀποστάτην οὐκ ἐᾷ. Περὶ τοῦ ἀποστάτου. Πρὸ- τοῖς ἱρημένοις εἰδέναι σε καὶ τοῦτο βούλοκαι, ὅτι ὁ ἀποστάτης οὖτος διάβολος ἐν ταῖς ἀγγελικαῖς δυνάμεσι πρωτοστάτης ἦν, ἀγαθὸς παρὰ Θεοῦ γενόμενος καὶ μηδὲν ἴχνος κακίας ἢ πονηρίας ἐν ἑαυτῷ φέρων. Πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ, καὶ καλὰ λίαν. Κακὸν δὲ οὐδὲν ἐποίησεν ὁ Θεός. Τὸ γὰρ κακὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦ καλοῦ ἀναχώρησις, ὥσπερ οὗν καὶ τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις. Καλῶς οὖν εἶπεν ὁ λόγος","prev":{"citation":"Annales 141","label":"141","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/141","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/141"},"next":{"citation":"Annales 143","label":"143","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/143","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/143"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}