{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 152","citation":"Michael Glycas, Annales 152","ref":"152","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/152","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/152","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/152.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":418,"text":"τοίνυν ὁ Ἀδὰμ τὸν Κάῖν, τὸν Ἄβελ, τὸν Σὴθ, θυγατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἡν ὁ Κάῖν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουὰμ, ἢν ἔλαβεν ὁ Σήθ· ὀ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον ἀπῆλθε παρθένος. Ἐωθόνει δὲ τῷ Ἄβελ ὁ Κάῖν, ὅτι προσέσχε ταῖς αὐτοῦ θυσίαις ὁ Θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάῖν. Ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάῖν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλιανὸς, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων ἀλλ´ ὅτι ἄχρησσα ἧσαν. Προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· ἀπὸ τῶν πρωτοτοκίων καὶ γὰρ ταῦτα, τουτέστι τῶν ἐξαιρέτων, ὡς ὁ χρυσοῤῥήμων φησί. Τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὗ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα. ετι, ἀἱ ΟΛχεοσίοὴῖ νενὸίς Πια, ἱλεῖῖιμίωπ ἀηηῆ νεὶ μιοὺί νοί ἰωρτουαι, πολ γοε ἰροε ο οΠρΓΙΙΙΙΙΗΓ. Ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ Θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνειδότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. Καὶ πόθεν ῥ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ Θεός; Ἀπὸ τοῦ μὴ κατελθεῖν ἄ-νωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, καθάπερ επὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτὰς, τὴν ἀποδοχὴν ἐντεῦθεν τοῦ Θεοῦ παριστῶν. Ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ´ ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσαγομένας τῷ Θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γίνεται. Μὴ ταῖς τῶν ζώων θυσίαις ὁ Θεὸς ἔχαιρεν; Οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ καὶ προεικόνισμά τοῦ παναγίου Πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον Πνεύματος, ἀλλ´ ἵνα μάθωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομέν ἀοράτως τὸ Πνεῦμα κάτεισι καὶ ἁγιάζει αὐτάν Εἰι δὲ καὶ νεὶ, ἀγαπητὲ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο κατ´ ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμέvο ος, ὡ, ὁ χρυσοῤῥήμων Ἰωάννης φησί, καὶ μηδεἴαν ἔννοιαν ἀσωμάτου φύσεως δυναμένους λαβεῖν, ὰλλ´ ἡμῖν αἰσθητῶν ὄψεων οὐκ ἔστι χρεία λοιπὸν. ἀντὶ πάντων ἀρκούσης τῆς πίστεως· τὰ γὰρ σημεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ μὴν αὐτοῖς τοῖς πιαπεύονσι. Καὶ ὁ μὲν Κάῖν, ἀγαπητὲ, μεῖζον ἤμαρτεν ἢ δ Ἀδάμ. Καὶ δῆλον ἐκ τῆς γεγονυίας πρὸς αὐοὺς κατάρας τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ Ἀδὰμ, «Ἐπικοτάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου·» ἐπὶ δὲ τοῦ Κάῖν, ὀλεθρίου ὄντος τοῦ πλημμελήματος αὐτὸς ὁ Κάϊν τὴν κατάραν ἐδέξατο. Καὶ τούτου χάριν οὐδὲ ταχέως ἐπάγεται τούτῳ ὁ θάνατος, ἵνα καὶ τοῖς λοιποῖς διδάσκαλος γένηται","prev":{"citation":"Annales 151","label":"151","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/151","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/151"},"next":{"citation":"Annales 153","label":"153","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/153","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/153"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}