{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 155","citation":"Michael Glycas, Annales 155","ref":"155","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/155","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/155","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/155.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":413,"text":"κρανίου τὸν τόπον ἐκεῖνον ὡνόμασαν. Ἐκεῖσε οὗν σταυροῦται ὁ Κύριος, ἵνα διὰ ξύλου ζωόσῃ τὸν δ·ὰ ξύλου σχόντα τὴν νέκρωσιν. ὡλυαροῦσι λοιπὸν οἱ Τατιανοὶ μὴ σωθῆναι τὸν Ἀδὰμ λέγοντες. Περὶ μέντοι τοῦ ἐλθεῖν τὸν Ἀδὰμ ἐν γῇ τῇ Ἰουδαίας κἀκεῖσε ταφῆναι διαλαμβάνει ὁ Ἰώσηπος ἀπὸ Ἑβραϊκῆς ἰστορίας τοῦτο μαθών. διαφωνοῦσι δὲ κατὰ τοὺς χρόνους οἱ τὰ τοιαῦτα συγγραφόμενοι. Κατὰ γὰρ τοὺς ἑβδομήκοντα εὕρηνται ἐν ταῖς ἀπὸ τοῦ Ἀδὰμ μέχρι καὶ αὐτοῦ τοῦ Νῶε δέκα γενεαῖς ἔτη βσμβʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἐβραῖκὸν ἐπὶ ταύταις ταῖς ιʹ γενεαῖς ἕτη αχνϛʹ, κατὰ δὲ τὸ παρὰ Σαμαρείταις ἔτη ατζʹ, Αέγεται δὲ ὅτι ὁ ἐν τοῖς ἀστράσι τεταγμένος ἄγγελος, ὁ θειότατος δηλαδὴ Οὐριὴλ, πρός γε τὸν Σὴθ καὶ τὸν Ἐνὼχ κατιὼν, ἐδίδαξεν αὐτοὺς ὡρῶν, μηνῶν, τροπῶν καὶ ἐνιαυτῶν διαφοράς. Κατὰ δὲ τὸν υΓεώργιον πρῶτος ἐξεῦρεν ὁ Σὴθ γράμματα Ἑβραῖκὰ, καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν, καὶ τοὺς μῆνας, καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις καὶ τοῖς πέντε πλανήταις ἐπέθηκεν ὀνόματα ὥστε γνωρίζεσθαι. Ὁ μέντοι Σὴθ ἔτη ζήσας ἐννακόσια δώδεκα τελευτᾷ, θεὸς εἶναι διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενος καὶ διὰ τὸ πρῶτος εὐρηκέναι τὰ Ἑβραϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέρων ὀνομασίας. Οὑτος ῥ Σὴθ γεννᾷ τὸν Ἐνὼς, θεὸν καὶ αὐτὸν διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενον. Οὗτος ζήσας ἔτη ἐνναΚκόσια πέντε τελευτᾷ. Ἐγέννησε δὲ τὸν Καῖνᾶν. Οὕτος ἔτη ζήσας ἐννακόσια δέκα τελευτᾷ. Ἐγέννησε δὲ τὸν Μαλελεήλ. Οὕτος ζήσας ωσεʹ τελευτᾷ. Ἐγέννησε ὁὲ τὸν Ἰάρεδ. Οὗτος ἔτη ζήσας ἐννακόσια ἑξήκοντα δύο τελευτᾷ. Ἐγέννησε δὲ τὸν Ἐνών, Οὗτος γεννᾷ τὸν Μαθουσάλα. Ζήσας δὲ ἔτη τξε ρὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός, Δίς δέ φησιν ἡ Γραφὴ ὅτι ἐγέννησεν Ἐνὼχ τὸν Μαθουσάλα. Ταύτῃ τοι καὶ ὁ χρυσοῤῥήμων Ἰωάννης ἐπὶ τούτοις οὕτω διέξεισιν· «Οὐκ ἔστι γάμος ἐμποδὼν τοῖς εὐαρεστεῖν ἐθέλουσι τῷ Θεῷ· διὰ γὰρ. τοῦτο ἅπαξ καὶ δὶς ἡ θεία λέγει Γραφὴ ὅτι μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησεν Ἐνώχ τῳ Θεῷ,» ἐφ´ ᾧ καὶ μετατίθεται. Καὶ ὅρα Δεσπότου ἀγαθότητα· εὐρὼν γὰρ ἄνδρα κατωρθωκότα τὴν ἀρετὴν, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τω πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς. Ὅτι δὲ τοὺς θνητότητι διὰ τὴν ἀμαρτίαν πεσόν τας παραμυθούμενος ὁ Θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε· «Θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν. Λύων δὲ ὅμως τὴν ἀνατέλλει τῷ γένει καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἀρπάζει. Κἀντεῦθεν τὴν θνητὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ ἡ τοῦ δικαίου κατάστασις θανάτου στάσις ἐγένετο.» Ὁ δὲ Γεώργιός φησιν ὅτι τοῦ Λάμεχ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ Ἑνὼχ δητος","prev":{"citation":"Annales 154","label":"154","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/154","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/154"},"next":{"citation":"Annales 156","label":"156","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/156","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/156"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}