{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 157","citation":"Michael Glycas, Annales 157","ref":"157","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/157","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/157","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/157.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":431,"text":"δῆς» Ἀλλὰ διὰ τοῦτο κατεκρίθη, ὅτι οὐκ εἶπεν ὡς ὁ Προφήτης ἐκέλευσε. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστίν οὐ τὸ εἰπεῖν ἀπλῶς ἀλλὰ τὸ πρῶτος εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα. Οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλ´ ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ Θεοῦ, καὶ οὔτως εἶπε τὴν ἀμαρτίαν. Ὅπερ οὐκ ἔστιν ἐξομολόγησις. Τὸ γὰρ πρῶτος εἰπεῖν, ἐκεῖνο πάντως καὶ δικαιοῖ.» Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα· «Μετὰ τὸν Ἐνὼχ ὁ Μαθουσάλα, μετὰ δὲ τοῦτον ὁ Λάμεχ. κν δὲ τούτου ὁ Νῶε. Οὗτος γεννᾷ τρεῖς υἱοὺς, Σὴμ. Χὰμ, Ἰάφεθ. Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέσθαι ἐπὶ τῆς γῆς, θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Καὶ εῖπε Κύριος ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.» Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. Τηνικαῦτα καὶ τὸν κατακλυσμὸν ἐπάγει ὁ Θεός.» Ἡ δὲ αἰτία καὶ πάνυ σαφής. Καὶ ἄκουε πολ τῶν Κλμων αὐτοῦ τοῦ Ἰωσήπου λέγοντος· «Ἑπτὰ γενεαῖς οἱ ἄνθρωποι διέμειναν Θεὸν ἡγού μενοι Δεσπότην καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. Μετὰ δὲ ταῦτα μοταβάλλονται πρὸς τὸ χεῖρον. Πολλοὶ γὰρ ἄγγελοι Θεοῦ γυναιξὶ συμμιγέντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας; καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν. Ὅθεν διανοεῖται ὁ Θεὸς καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον διαφθεῖραι σὺν αὐτοῖς, καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρὸν, ἐπιτεμνόμενος καὶ αὐτὰ τὰ ἔτη Ὅπερ πρότερον ἔζων.» Ἀλλὰ καὶ ὁ μέγας Κύριλ λος λέγει ὅτὶ ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ, τουτέστιν οἶ ἀπὸ τοῦ Σὴθ καταγόμενοικεῖνον γὰρ διὰ τὴν ἀρετὴν αὐτοῦ θεὸν ἔλεγον), τὰς θυγατέρας τῶν ἀνθρώπων, ἤγουν τὰς ἀπὸ τοῦ Κάῖν, ὅτι καλαὶ τῶ εἴδει εἰσὶν, ἔλαβον αὐτὰς εἰς γυναῖκας. Ὅθεν καὶ ἐγεννῶντο οἱ γίγαντες, ἄνδρες δυσειδεῖς καὶ πᾶνς εἴ τι κάκιστον ὄντες, τοῦ Θεοῦ παραχαράξαντος αὐτοὺς διὰ τὴν λυσαρὰν αὐτῶν μίξιν. Ὅθεν καὶ κατακλύζει αὐτοὺς, καθὼς καὶ ὁ κορυφαῖος ἐνέφηνε Πέτρος ἐν τῇ καθολικῇ αὐτοῦ δευτέρᾳ ἐπιστολῇ οὔτως εἰπών· «Κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας. » Διὰ τί δὲ τοὺς ἕνα Θεὸν προσκυνοῦντο· ἀσι. βεῖς ἐκάλεσε; Διότι. τοσοῦτον ἐξεμάνησαν εἰς συνουσίας ὡς ἐπὶ εἴκοσι ἀνδράσι τὴν γυναῖκα περιφέρεσθαι. Ἐκ τούτου γὰρ καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ, τοὺς ἐκ Θεοῦ Σὴθ δηλαδὴ, πρὸς μίξιν εἴλκοσαν. Υἱοὶ δὲ τοῦ Θεοῦ λέγονται καὶ διὰ τὴν ἀρετὴν αὐτῶν ὥσπερ υἱὸς πρωτότοκος ὁ Ἰσραὴλ, καθὼς ὁ Οεῖος ἔφη Ἐφραῖμ. Καὶ ὁ χρυσοῦς δὲ τὴν γλῶτταν αὐκ ἄλλου τινὸς ἕνεκα, τῆς δὲ τῶν γενῶν ἐπιμιξέας ἀοιχθῆναι λέγει τοὺς καταράκτας τοῦ οὐρανοῦ. Ὅτι δὲ διὰ φιληδονίαν καὶ τὴν μυσαρὰν ἐκείνην μίξιν ὧν ἕνεκεν ἀσεβεῖς ἐκάλει τοὺς γίγαντας ὁ κορυραῖος","prev":{"citation":"Annales 156","label":"156","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/156","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/156"},"next":{"citation":"Annales 158","label":"158","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/158","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/158"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}