{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 159","citation":"Michael Glycas, Annales 159","ref":"159","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/159","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/159","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/159.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":379,"text":"ὥστε δι´ κὐτὸν αὖθις τὸ τῶν ἀνθρώπων συστῆσαι γένος, οὐκ ἂν οὐδ´ ὅλως σαρκικαῖς ἐπιθυμίαις ὑπέκυψε · κατὰ γὰρ τοῦτο καὶ τέλειον αὐτὸν ἐν τῇ γενεᾷ αὐτοῦ καλεῖ ὁ Θεὸς, τῇ διεστραμμένῃ δηλαδή, Ἀλλ´ ὄρα μακροθυμίαν τοῦ Θεοῦ. Οὐκ εὐθέως ἐπάγει τὸν κατακλυσμὸν, ἀλλ´ ἔτή μὲν ἑκατὸν ἑτοιμάζει τὴν κιβωτὸν, καὶ οἱ ἄφρονες τὸν Νῶε θελήματι θείῳ ὑπηρετούμενον ἐξεμυκτήριζον. Ἀλλὰ καὶ συναγόΚμενα ὁρῶντες τὰ θηρία πάντα, καθά φησιν ὁ θεῖος Ἐφραὶμ, ἐλέφαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχόμενα, λέοντας καὶ παρδάλεις μετὰ ποοβάτων καὶ αἰγῶν μιγάδας, ἐρπετὰ καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχόμενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα, οὐδαμῶς κατενύγησαν. Ἀλλὰ μὴ καὶ ἡμεῖς τοῦτο πάθοιμεν, γρηγοροῦντες ἀεί. Πόθεν δὲ οἶδεν ὁ Νῶε τὰ καθαρὰ καὶ ἀκάθαρτα, μήπω τῆς αὐτῶν διαιρέσεως παρὰ Μωσέως γεγονυίας, ὡς ὁ Χρυσοῤῥήμων φησίν; Ἐκ τῆς ἐναποκειμένης αὐτῷ φυσικῆς γνώσεως, ἢ ἐκ τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ σοφίας. Ὡς καλὸν ἡ ἀρετή! Αὖτη σλν Ἐνὼχ μετέθηκεν, αὕτη τὸν Νῶε διεσώσατο. Ὅρα γὰρ ὅτι πάντας ἐκείνους ἀπωλείᾳ παραδιδοὺς ὁ Θεὸς πρὸς τὸν Νῶε ἔλεγεν· «Εἴσελθε σὺ καὶ πᾶς ἀ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ καὶ διεστραμμένῃ.» Ἀλλὰ καιρὸν διδοὺς αὐτοῖς ἐμπράθεσμον εἰς μετάνοιαν, φησίν· «Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ρκ,» εἰ καὶ ταῦτα πάντα οὐκ ἔζησαν διὰ τὴν κακίαν αὐτῶν· οἱ γὰρ μὴ φθάσαντες διὰ μέσου τῶν ἑκατὸν μετανοῆσαι, οὐδὲ ἐν τοῖς εἴκοσι μετενόησαν ἄν. Πρόσεχε δὲ ὅτι ποτὲ μὲν ἢν ὑπισχνεῖται δοῦναι ζωὴν ὑποτέμνει, ὡς ἐνταῦθα, ἐὰν μὴ μετανοήσωμεν, ποτὲ δὲ ἀπειλῶν ἀπολέσαι τοῦτο οὐ ποιεῖ μετανοησάντων ἡμῶν, ὡς ἐπὶ τῶν ΝινευῖΚΤὸ δὲ ὕδωρ ὑψώθη ἐπάνω τῶν ὁρέων ἐπὶ πήχεσι πεντεναίδεκα. Ἵνα τὰ τῆς θείας πληρωθῇ ἀποφάσεως. «Ἐξαλείψω, γάρ φησι, πᾶσαν τὴν ἐξανάστασιν ἣν ἐποίησα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν ὑποκάτω τοῦ οὐρανοῦ.» Εἰ μὴ γὰρ ὑψώθη τοσοῦτον, οὐκ ἂν τὸ τῶν πετεινῶν ἀπώλετο γένος. Ὅτι δὲ ὑπεράνω τῶν ὑψηλοτέρων ὀρέων ἐπήρθη τὸ ὕδωρ ἐπὶ τοῦ κατακλυσμοῦ, κἀνσεῦθεν πιστοῦται. Λίθους γάρ τινες ἐκ τῶν τοῦ Λιβάνου ἀκρωρειῶν εἰς οἰκοδομὰς μετακομίζοντες, διεβεβαιοῦντο ὡς εὖρον ἐν τοῖς κοιλώμασι τοῦ Λιβάνου ἰχθύας τεταριχευμένους καὶ τῇ ἰλύῒ πεπηγότας, καθά φησι καὶ Ἰώσηπος. Μετὰ δὲ τὴν τοῦ κατακλυσμοῦ παῦλαν θυσίαν ὁ Νῶε τῷ Θεῷ ἀνήνεγκε. Τίνος ἕνεκεν· ἵνα τοῖς ἐσο Κμένοις ἐν ἀσθενείᾳ συγγνώμονά τε καὶ γαληνὸν προσαπεργάσηται τὸν Θεὸν, ὡς ὁ μέγας διέξεισι","prev":{"citation":"Annales 158","label":"158","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/158","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/158"},"next":{"citation":"Annales 160","label":"160","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/160","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/160"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}