{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 163","citation":"Michael Glycas, Annales 163","ref":"163","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/163","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/163","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/163.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":407,"text":"Μετὰ δὲ τὴν πυργοποιίαν, ὡς εἴρηται, διασκεδασθέντες ἔνθεν κἀκεῖθεν οἱ ἄνθρωποι πρὸς ἀτόπους πράξεις ἐξεκυλίσθησαν, καὶ τελευταῖον πρὸς εἰδωλομανίαν ἀπεπλανήθησαν, ὑπὸ τῶν δαιμόνων αὐτῶν ἀπατηθέντες τουτονὶ τὸν τρόπον οἱ δείλαιοι. Ὁ γὰρ ἀπὸ τοῦ Νῶε ὄγδοος Σεροὺχ τὰ τῶν ἀγαλμάτων ἀρχῆθεν εὕρατο· λέγεται γὰρ οὗτος τοὺς ἔργον οἷον δήποτε λαμπρὸν ἐπιδειξαμένους ἀνδριᾶσι καὶ στήλαις τιμῆσαι. Οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι μνήμης ἕνεκα τοὺς ἀνδριάντας ἔστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου συνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν καὶ θυσίας αὐτοῖς ἐπενόησαν, τῶν δαιμόνων τοῖς ξοάνοις ἐνοικησάντων. Ἐντεῦθεν ἄλλοις καὶ ἄλλοις θεοῖς τὸ τῶν ἀνθρώπων γένος ἐλάτρευσεν. Αἰγύπτιος δὲ μᾶλλον τῶν ἄλλων εἰς ἀθεῖαν ἐξώκειλαν· αἰλούρους γὰρ καὶ πιθήκους ἐσεβάσθησαν, τράγους τε ὁμοίως καὶ βόας καὶ κροκοδείλους. Πλέον δὲ τῶν ἄλλων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν ὄντα πολύχρουν αὐτόν. Ἐνίκα γὰρ ἐγεννήθη τοιοῦτος βοῦς παρ´ αὐτοῖς παρὰ τῇ γλώττῃ φέρων καὶ τῇ κέρκῳ σήμαντρα, ὡσαύτως παρὰ τῷ μετώπῳ σελήνης ὥσπερ διχότομον μίμημα, ἐχόρευον φαιδρῶς καὶ ἐπανηγύριζον ἅτε Θεοῦ καινοπρεποῦς αὐτοῖς ἐνδημήσαντος. Καὶ περὶ Κμὲν τούτων οὕτως, ὄγδοος δὲ ἀπὸ τοῦ Νῶε λέγεται εἶκαι ὁ Σερούχ· ὁ γὰρ Καῖνᾶν γεννᾷ τὸν Σαλᾷ, ὁ Σαλᾷ τὸν Ἔβερ, ὁ Ἔβερ τὸν Φαλὲκ, ὁ Δαλὲκ τὸν Ῥαγαῦ, ὁ Ῥαγαῦ τὸν Σα ρούχ. Οὕτος δὲ ὁ Σεροὺχ γεννᾷ τὸν Ναχὼρ, ὁ Ναχὼρ τὸν Θάρα, καὶ ὁ Θάρα τὸν θεσπέσιον Ἀβραάμ. Ὁ Ἀβραὰμ γεννᾷ τὸν Ἰσαὰκ, ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακώβ τοὺς δώδεκα πατριάονας, Ῥοοβελιι Συμεών, Λευὶ, Ἰούδαν καὶ τοὺς λοιποὺς, ἀφ´ ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ. Καὶ τηνικαῦτα μὲν περὶ τοῦ Ἀβραὰμ οὕτως φησὶν Ἰώσηπος, ὅτι κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν αὐτοῖς ἐχαρίσατο καὶ τὰ περὶ ἀστρονομίας αὐτοῖς παρέδωκε· πρὸ χὰρτοῦ Ἀβραὰμ τῆς ἐκεῖσε παρουσίας τῶν τοιούτοων ἀμαθῶς εἶχο» Αἰγύπτιοι. Ἀπὸ Χαλδαίων οὖν ταῦτα καταπεφοίτηκεν εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Ἕλληνας. Ὁ δὲ Γεώργιος περὶ τούτου καὶ τάδε. Ὁ Ἀβρααμ ἐτῶν ιδ ὢν θεογνωσίας ἤρξατο, καὶ πρῶτος τὸν Θεὸν δημιουργὸν ἀνεκήρυξεν. Ὁρῶν γὰρ οὐρανὸν ποτὰ μὲν λαμπρὸν ποτὲ δὲ ζοφώδη, καθ´ ἑαυτὸν ἔλεγεν· «Εἰ καὶ τιμῶσιν αὐτὸν ἕτεροι, ἀλλ´ οὐκ ἔστι θεός.» Ὁμοίως ἔλεγε τούτο κἀπὶ τῷ ἡλίῳ, τῇ σελήνῃ καὶ τοῖ, λοιποῖς ἀστράσι· καὶ γὰρ ἀστρονόμος ἄκρος ἦν. Ἐφ´ ᾧ τοιοῦτον ἰδὼν ὁ Θεὸς ἐκάλεσεν. Ἀλλὰ καὶ ἐπὶ Ἀβιμέλεχ φησὶ κατελθεῖν αὐτὸν εἰς Αἴγυπτον διὰ τὸν λιμὸν, καὶ τοὺς ἐκεῖσε τότε καταισχῦναι σοφοὺς καὶ εἰμαρμένην δοξάζοντας. Μετὰ γὰρ τὴν θεογνωσίαν οὐκέτι προσέχειν ἀστράσιν ἤθελε, καὶ ἠν ἰδεῖν ἐπ´ αὐτῷ πεπληρωμένον τὸ τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως","prev":{"citation":"Annales 162","label":"162","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/162","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/162"},"next":{"citation":"Annales 164","label":"164","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/164","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/164"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}