{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 164","citation":"Michael Glycas, Annales 164","ref":"164","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/164","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/164","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/164.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":409,"text":"ἅόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» Τὸν γὰρ ποιητὴν Θεὸν ἐκ τῶν ποιημάτων ὁ θειότατος κατέλαβεν Ἀβραάμ. Κατὰ τοῦτο καὶ ὁ Πλούταρχος ἔλεγεν· «Ἔλαβον δὲ ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ λιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν πόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους τοὺς αὐτούς.» κέγας ὄντως ὁ Ἀβραάμ. Τοῦ γὰρ Θεοῦ ἀκούσας λέγοντος· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς γῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἢν ἂν δείξω σοι» Εὐθέως ἠκολούθει, τῶν ἐν μέσῳ δυσχερῶν καταφρονῶν, καὶ μηδὲ εἰδὼς ὅπου πορεύεται. Ἡμεῖς δὲ καλοῶντος καθ´ ἑκάστην ἀκούοντες τοῦ Κυρίου οὔτε τῶν γηΐνων ἐκστῆναι θέλομεν, οὔτε πρὸς τὴν γῆν ἐκείνην τὴν ἐπηγγελμένην ἔρχεσθαι. Ἀλλὰ καὶ τὴν ταπείνωσιν θαυμάζων ὁ χρυσοῤῥήμων Ἰωάννης καὶ τάδε φησίν· «Ἀληθὴς ταπείνωσις, ὅτε τις ἑτέρω παραχωρεῖ τῶν πρωτείων, καθὰ δὴ καὶ Ἀβραὰμ ποιεῖ, ἵνα δὲ μὴ διαδικάζηται μετὰ τοῦ Λὼτ καὶ τῶν ποιμένων αὐτοῦ· ἐφ´ ᾧ καὶ ὁ μὲν Λώτ τὴν κρείττονα γῆν ἔλαβε, τὰ Σόδομα δηλαδὴ, ὁ δὲ Ἀβραὰμ κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρήν. Ὅοα δὲ καὶ τὰς θείας ἀμοιβάς. Εἶπε γὰρ πρὸς Ἀβραὰμ ὁ Θεὸς ὅτι Πᾶσαν τὴν γῆν ἣν σύ ὁρᾶς ἀπὸ τοῦ τόπου Κτούτου, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Ἡ δὲ κρείττων ἐκείνη γῆ ἣν ἔλαβε Λὼτ, ἡ παραδείσου μηδὲν διαφέρουσα, οὐκ εἰς καλὸν ἀπέβη τῷ λαβόντι αὐτήν· αἰχμάλωτος γὰρ μετὰ μικρὸν ἀπήγετο ὑπὸ τῶν κατ´ αὐτοῦ στοατευσάντων πέντε βασιλέων. Ἀλλ´ ὁ θεῖος αὐτὸν ῥύεται Ἀβραὰμ μετὰ τῶν τριακοσίων δέκα καὶ ὀκτώ οἰκογενῶν αὐ τοῦ ἐπελθὼν καὶ κατακόψασλαύτούς. Καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλός φησιν, ὅτι ὑποστρέφοντα τὸν Ἀβραὰμ ἐκ τῆς κοπῆς τῶν βασιλέων ἄρτῳ καὶ οἵνῳ δεξιοῦται ὁ Μελχισεδὲκ, κἀκεῖνος ἀφ´ ὧν ἐπεφέρετο λαφύρων δέδωκε δεκάτας αὐτῷ. Πρόσεχε λοιπόν. Καὶ ἡμᾶς γὰρ ὑποστρέφοντας ἀπὸ τοῦ νοητοῦ πολέμου ἄρτῳ καὶ οἶνῳ δεξιοῦται ὁ Μελχισεδὲκ ὄντως, τῷ σώματι καὶ αἵματι δηλονότι αὐτοῦ. Εἰ δὲ τοῦτο, κατὰ τὸν Ἀβραὰμ πάντως ὀφείλομεν καὶ ἡμεῖς τὰς δέκα ἡμῶν αἰσθήσεις ἀντὶ δεκατῶν προσάγειν αὐτῷ, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος. Ὁ μὲν οὖν Ἀβραὰμ καθήμενος παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ πάντας ἐφιλοξένει τοὺς παροδεύοντας, πιστοὺς ὁμοῦ καὶ ἀπίστους, κατὰ μηδὲν ἐπὶ τούτοις διακρινόμενος· καὶ τοιοῦτον ἁπλῶς φιλόξενος ἦν ὡς καὶ αὐτὴν τὴν αγίαν Τριάδα κατελθεῖν ἐπὶ τῆς σκηνῆς αὐτοῦ καὶ τῶν παρατεθέντων αὐτῇ περιχαρῶς ἐμφορηθῆναι. Οὐ χρὴ θαυμάζειν. Ἀγγέλους ἐσθίοντας ἀκούεις παρὰ τῇ Γραφῇ· ἐνεργείᾳ καὶ γὰρἀοράτῳ κατηνάλωσαν τὰ παρακείμενα, προσποιήσει τοῦ φαγεῖν. Ἀλλὰ καὶ Θεοδώρητος οὕτω φησίν· «Οὔτε τῇ φύσει ἄνδρες ἦσαν, ἀλλ´ ἐδόκουν εἶναι, ΙΤΙΟΓ. ὑΗ. ΔΙΥΙΙi.","prev":{"citation":"Annales 163","label":"163","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/163","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/163"},"next":{"citation":"Annales 165","label":"165","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/165","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/165"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}