{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 172","citation":"Michael Glycas, Annales 172","ref":"172","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/172","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/172","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/172.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":363,"text":"τοῦ τραχήλου σου, πλημμέλειαν πλημμελήσεις θανάτου. » Καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα, προσέχειν δὲ τούτοις ὡς ἀληθέσιν οὐκ ἄξιον. Τὸ γάρ· «Πλημμμέλειαν πλημμελήσεις θανάτου,» προσθήκη ἐστὶ τοῦ Ἰωσήπου· ἐν γὰρ τῇ προφπτεία τοιοῦτον ῥητὸν γεγραμμένον οὐχ εὔρηται. Καὶ περὶ μὲν τούτων οὐτως. Κρατεῖ δὲ μετὰ ταῦτα τῶν Ἀσσυρίων καὶ Σακδανάπαλος, διάγων χαύνως πάντη καὶ τρυφηλῶς, εὐνούχοις ἔσω συγκεκλεισμένος καὶ γυναιξί, μή τινι τῶν ὑπ´ αὐτὸν θεωρούμενος, χρώμασί τε καὶ βάμμασι καὶ τῇ τῶν γενείων ἐκκοπῇ θηλυδρίαν ποιῶν ἐαυτὸν, ὡς ἐντεῦθεν μισητὸν τοῖς πᾶσι γενέσθαι Καί τις δὲ τῶν ὑπὸ χεῖρα θέλων ἰδεῖν αὐτὸν οὐκ´ ἐδύνατο. Ποτὲ οὖν ἐπιτυχὼν τοῦ ποθουμένου ξίφος ὡθεῖ κατ´ αὐτοῦ, καὶ τῆς ζωῆς αὐτὸν ἀθλίως ἀπο στερεῖ. Μετὰ δὲ Σαρδανάπαλον κρατεῖ τῶν Ἀσσυρίων ὁ υἱὸς Πίκου τοῦ καὶ Διὸς Περσεὺς, ὃς νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ, καὶ τὴν ἑαυτοῦ στήλην στήσας, Ἰκόνιον αὐτὴν ἐκάλεσεν ἐκ τοῦ ἰδίου ἀπεικονίσματος. Εἶτα πρὸς Ἰσαυρίαν καὶ Κιλικίαν ἐλθὼν, καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ καὶ πόλιν ἐκεῖ κτίσας, ἐπωνόμασεν αὐτὴν Ταρσόν. Ἐπ´ ὀνόματι μὲν οὓν αὐτοῦ καὶ τοὺς Ἀσσυρίους Πέρσας ἐκάλεσεν. Ἐφ´ οὗ πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ ατί. σας ἐπ´ ατί ναὸν πυρσολατρεῖν ἐδίδαξεν. Οὐκοῦν πρώτη μὲν βασιλεία ἡ τῶν Ἀσσυρίων ἥτοι Παβυλωνίων, δευτέρα δὲ ἡ τῶν Περσῶν ὁμωνύμως καὶ αὐτῶν Βαβυλωνίων κληθέντων. Γἰκσκε δὲ ὅτι ἐπὶ τῆς τοῦ Φοίνικος βασιλείας ἤκμαζεν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ τῆς κογχύλης εὑρετής. Τὸ γὰρ ἔριον τὸ ἀπὸ τοῦ ποιμεvικοῦ κυνὸς ἀπομαχθὲν ἰδών, καὶ νοήσας ὡς οὐκ Κστιν αἷμα, ἀλλὰ βάμματος ὑπόθεσιστυχε γὰρ ὁ κύων οὗτος παρ´ αἰγιαλῷ κογχύλην εὑρὼν καὶ φαγὼν ), προσῇξεν ὡς δῶρον τῷ βασιλεῖ. Πρῶτος οὖν ὁ ωοῖνιξ τὴν ἁλουργίδα ἐφόρεσε, κελεύσας μηδένα ἕτερον τὴν τοιαύτην χροιὰν φορεῖν, καὶ οὕτως ἐκ τῆς ἀλουργίδος τὸν βασιλέα γνωρίζεσθαι· πρὸ δὲ τούτου κοινὸς ὁ βασιλεὺς ἐδόκει. Ἐν δὲ Τύρῳ αὐτῇ εὐ. Ρέθη. Ὅτε ὁ Κροῖσος χρησμὸν λαβὼν τὸν Ἃλυν διεπέρασεν, εἰς φυγὴν ὁ Κῦρος ὥρμησεν, ἡ δὲ γυνὴ αὐτοῦ συνεκράτησεν αὐτὸν λέγουσα τὸν αἰχμάλωτον οανιὴλ ἀγαγεῖν καὶ δι´ αὐτοῦ μαθεῖν τὸ πᾶν. Ὃ δὴ καὶ γέγονεν. Καὶ οὕτω θάρσος ἐκεῖνος ἔλαβε. Μετακαλεσάμενος δὲ τὸν Δανιὴλ μετὰ πάσης δορυφορίας, εἶπεν ατί· «Τάδε λέγει Κύριος περὶ τῷ χρηστῷ Κύρῳ· καὶ τὸν Κροῖσον νικήσεις.» Ὅ καὶ γέγονε·","prev":{"citation":"Annales 171","label":"171","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/171","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/171"},"next":{"citation":"Annales 173","label":"173","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/173","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/173"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}