{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 176","citation":"Michael Glycas, Annales 176","ref":"176","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/176","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/176","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/176.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":359,"text":"ἐκεῖσε πιπράσκεται. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ εἰς ἔρωτας ἀσέμνους παρὰ τῆς κυρίας αὐτοῦ ἐφέλκεται. Ὁ δὲ οὐκ ἐπείθετο· εἰ γὰρ καὶ τὸ σῶμα δοῦλος, ἀλλὰ τὴν γνώμην ἐλεύθερος. Ἐφ´ ᾧ καὶ πρὸς ὀργὴν· Καὐτὴν κινεῖ. Μελετᾷ κατ´ αὐτοῦ, κατηγορεῖ, πείθει εἰς φυλακὴν αὐτὸν ἐμβαλεῖν. Γίνεται ταῦτα, καὶ τρισκαίδεκα ἔτεσιν κατάκλειστος ἦν· τῇ δὲ τοιαύτῃ ουλακῇ καὶ ἕτεροι δύο συνῆσαν, οἰνοχόος τε καὶ ἀρτοποιός · οἷς δὴ παραδόβως καὶ τὰ ἐσόμενα προηγόρευσε. Καὶ τῷ μὲν οἰνοχόῳ ἐλευθερίαν προέλεγε διὰ τριῶν ἐμμένειν ἡμερῶν· ἑώρα γὰρ ἐκ τριῶν κληΚμάτων ἀποθλιβομένους βότρυας δι´ αὐτοῦ εἰς φιάλην, καὶ τὸν βασιλέα χαριέντως ἐξ αὐτοῦ ταύτην λαμβάνοντα. Ὅθεν καὶ πρὸς αὐτὸν ἔλεγε· «Μὴ ὑπερίδῃς ἡμᾶς διὰ ταῦτα ἀπερχόμενος· οὐδὲν γὰρ ἁμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλὰ σωφροσύνης ἕνεκα τὸ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν. » Τῷ δὲ ἀρτοποιῷ λέγοντι τρία κανᾷ φέρειν σὲς κεφαλῆς ἑαυτοῦ, καὶ δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψων τε καὶ ποικίλων βρωμάτων, καταπταμένους δὲ οἰωνοὺς ἅπαντα δαπανᾷν, κἀντεῦθεν προς-δκῶντι ὁμοίαν τῷ οἰνοχόῳ τὴν πρόῤῥησιν ἔσεσθαι, Ἀύο τὰς πάσας ἔτι τοῦ ζῇν ἔλεγεν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν, τῇ τρίτῃ δὲ αὐτὸν σταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς. Γενέθλιον ἐπιτελεῖ ὁ βασιλεὺς, καὶ τηνικαῦτα τὰ τῆς προῤῥήσεως γίνεται. Ἐπιλανθάνεται τούτου ὁ οἰνοχόος. Ἐνιαυτοὶ δύο παρέρχονται. Ὁρᾷ κατὰ νύκτα ὁράσεις δύο ὁ Φαραώ. Ἀμηχανοῦσιν ἐπὶ τούτοις οἱ τῶν Αἰγυπτίων σοφοί. Καλεῖται ὁ Ἰωσὴφ, τοῦ οἰνοχόου οῦτο προτρέψαντος. Ἠ δὲ ὅρασις βόες εὐτραφεῖς ἀπσὰ ἀπὸ τοῦ νάματος ἐπὶ τὸ ἕλος ἐρχόμεναι· ἄλλαι ἰσάριθμοι ἐκ τοῦ ἕλους ὑπαντῶσαι, λίαν κατισχνωμέναι, καὶ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας, κἂν οὐδὲν ἐκ τοῦ φαγεῖν ὠφελοῦντο. Ἡ δὲ δευτέρα ὅρασις στάχυες εὐτραφεῖς ἑπτὰ ἀπὸ μιᾶς ῥίζης, ὑφ´ ἐτέρων ἑπτὰ διεφθαρμένων καὶ ἀσθενῶν δαπανώμενοι, Ἔτος δὲ τριακοστὸν ὁ Ἰωσὴφ τηνικαῦτα ἤνυτν. Ἐφερμηνεύτι τὰς ὁράσεις, τιμᾶται παρὰ τοῦ Φαραὼ, ἄρχων Αἰγύπτου καθίσταται. Πρὸς τούτοις δὲ καὶ Κομθομφάνιχον αὐτὸν ὁ Φαραὼ προσαγορεύει, τουτέστιν ἐφευρετὴν τῶν κρυπτῶν. Τὸν δὲ λιιμὸν ἐκεῖνον ἱστορεῖ γενέσθαι διὰ τὸ μήτε τὸν Νεῖλον τότε ἀνελθεῖν μήτε δρόσον ἄνωθεν κατελθεῖν. Γεννᾷ δὲ Ἰωσὴφ καὶ δύο υἱοὺς, Μανασσῆν καὶ Ἐφραὶμ. Καὶ τὸ μὲν Μανασσῆς σημαίνει ἐπίληθον· εὐδαιμονήσας γὰρ λήθην τῶν ἀτυχημάτων ἔλαβε. Τὸ δὲ Ἐφροῖμ αποοιδούς· αὐτὸς γὰρ τοῖς προγόνοις τὴν ἐλευθερίαν ἀπέδωκε. Καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόΟἱ","prev":{"citation":"Annales 175","label":"175","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/175","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/175"},"next":{"citation":"Annales 177","label":"177","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/177","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/177"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}