{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 178","citation":"Michael Glycas, Annales 178","ref":"178","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/178","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/178","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/178.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":406,"text":"ἐξήγησιν ἐτῶν οʹ καὶ η´ ἦν κατὰ τὴν ἀρχὴν τοῦ πειρασμοῦ, ἐν δὲ τῇ πληγῇ διατελέσας ἔτη ἑπτὰ γέγονεν ἐπῶν πεʹ. Καὶ πόθεν τοῦτο δῆλον; ἐκ τῶν μετὰ τὴν πληγὴν δοθέντων αὐτῷ ροʹ ἐτῶν. Ἐπειδὴ γὰρ εἰς τὸ διπλάσιον δέδωκε πάντα τῷ Ἰὼβ ὕστερον ὁ βεὸς, ἐξ ἀνάγκης διπλᾶ καὶ τὰ ἔτη αὐτῷ ἐχαρίσατο. Οὐκοῦν τῶν ρο´ τὰ ἡμίση πʹ καὶ εἴ τυγνάνουσιν Ἐν. τεῦθεν οὖν εὐρίσκονται τὰ πάντα ἔτη τοῦ Ἰὼβ σνεʹ. Εἰ δέ γε τὸν πάντα χρόνον τῆς ζωῆς αὐτοῦ σμη´´ ἔτη λέγει ἡ Γραφὴ, μὴ ξενισθῇς· τὰ γὰρ ἑπτὰ ἔτη τῇ ζωῇ τῆς πληγῆς αὐτοῦ οὐ συνῆψεν ὁ συγγραφεὺς, ἐπεὶ μὴ ζωῆς χρόνον τὸν τῆς πληγῆς καιρὸν ἐλογίσατο διὰ τὴν ἐκ τοῦ πάθους νέκρωσιν, Οὐκοῦν ἕοικεν ὁ μακάριος Ἰὼ β εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ὕστερον ταῖς θυγατράσι τεθεικέναι τὰς προσηγορίας· τοῖς πράγμασι γὰρ ἀκολούθως ἐπήνεγκεν αὐταῖς καὶ τὰ ὀνόματα, καὶ τὴν μὲν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν χαλεπῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης, τὴν δὲ δευτέραν Κασίαν ὡνόμασεν ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀ ἀπολαύσει τῶν ἀγαθῶν γενόμενος, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας προσηγόρευσεν ὡς ἅπασι λοιπὸν τοῖς ἀγαθοῖς περιῤῥεόμενος. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν ἀφθονίαν ἐκάλουν· λέγεται γὰρ ὅτι ἦν αἰπόλῳ τινὶ αἷξ Ἀμάλθεια καλουμένη, ἥτις ὀρύξασα τῷ κέρατι θησαυρὸν ἀνέδειξε τῷ δεσπότῃ. Καὶ οὐχ εὑρέθησαν γὰρ, φησὶ, κατὰ τὰς θυγατέρας Ἰβ βελτίους αὐτῶν ἐν τῇ ὑπ´ οὐρανόν. Διὰ τί δὲ τοῦτο; ἵνα τῇ θέᾳ τούτων ἡ τοῦ πάθους ἀπαλειφθῇ μνήμη παντάπασι. Καὶ δέκα μὲν ἔλαβε παῖδας μετὰ τὴν πληγὴν ὁ Ἰὼβ, ὅτι καὶ δέκα τούτους ὄντας ἀπώλεσεν. Εἰ δὲ διπλᾶ λέγει τὰ πάντα λαβεῖν τὸν Ἰὼβ ἡ Γραφὴ, μὴ θαύμαζε. Τὰ γὰρ λοιπὰ πάντα καμήλους, ἡμιόνους, προβάτων ἀνέλας καὶ ἅαα τοιαυτα, διπλᾶ κατὰ τὴν Γραφὴν ἔλαβε· θνητὰ γὰρ ταῦτα πάντα. καὶ οὐκ ἀναστήσονται τότε. Οἱ δὲ παῖδες ὁμολογουμένως ἀναστήσονται τότε. Ἐφ´ ᾧ δέκα καὶ μόνους ἐνταῦθα λαμβάνει μετὰ τὴν πληγήν. Οψὲ δὲ κἀκείνους οὓς ἀπώλεσε λήψεται, ὡς ἐντεῦθεν δίς δέκα παῖδας ἔχειν αὐτὸν, τουτέστιν εἰκοσι. Καλῶς οὖν ἡ Γραφὴ διπλᾶ λαβεῖν ἐλεγε τὰ πάντα μετὰ τὴν πληγήν τὸν Ἰώβ. Καὶ γεννᾷ Ἀμρὰμ, ὡς εἴρηται, τὸν Μωσέα, καὶ Β Οωιει Μοει, ο αῖμε, ΑΗιαπυς παρευθὺς εἰς ποταμὸν ῥίπτουσιν αὐτὸν, ἐν θίβη τινὶ πρότερον βαλόντες, διά γε τὸν φόβον τοῦ Φαραώ· τὰ γαρ ἄῤῥενα τῶν Ἑβραίων παιδία θανατοῦσθαι ἐκέλευσε χάριν τοῦ μὴ καταδυναστεῦσαι διὰ τὸ πλῆθος αὐτούς. Ἡ δὲ τοῦ Φαραὼ θυγάτηρ περιπατοῦσα κατ´ αἰγιαλὸν, καὶ ἰδοῦσα τὴν θίβην, ἐκβληθῆναι τοῦ ποταμοῦ","prev":{"citation":"Annales 177","label":"177","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/177","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/177"},"next":{"citation":"Annales 179","label":"179","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/179","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/179"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}