{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 180","citation":"Michael Glycas, Annales 180","ref":"180","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/180","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/180","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/180.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":433,"text":"Καὶ ταῦτα λέγουσα ταῖς τοῦ Πατρὸς χερσὶν ἐντίθησι τὸ βρέφος. Ὁ δ´ ἐπιτίθησιν αὐτῷ τὸ διάδημα. Ὁδὲ Μωσῆς καταφέρει τε αὐτὸ καὶ τοῖς ποἐπιβαίνει, κατὰ νηπιότητα δῆθεν. Ταῦτ´ οὗν ἰδὼν ὁ ἱερογραμματεὺς ἐκεῖνος ὥρμησεν ἀποκτεῖναι αὐτὸν, παροτρύνων εἰς αὐτὸ τοῦτο καὶ τὸν Φαραώ. Φθάνει δ´ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα. Ἔκτοτε οὖν καλῶς ἀνετρέφετο. Εἶτα δήλη καὶ τοῖς Ἀἰνυπτίοις ἡ ἀρετὴ αὐτοῦ γίνεται. Αἰθίοπες ἐκστρατεύουσι κατ´ αὐτῶν. Ἀντιστρατεύονται καὶ οὗτοι, κκατέρωθεν δὲ οὐκ ὁλίγοι πίπτουσιν. Ὅθεν ὁ βασιλεὺς θεόθεν ὁδηγηθείς πείθει τὴν θυγατέρα τὸν Μωσέα παρασχεῖν στρατηγόν. Δέχεται τὸ ἔργον, κατ´ Αἰθιόπων ὁρμᾷ. Καὶ διὰ γῆς μέλλων διελθεῖν ἐρήμου, ἔνθα ἑρπετὰ θεινὰ ἐτρέφοντο, τί μηχανᾶται; Πλέγματά τινα ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου καταστευάζει, καὶ πληρώσας ἴβεων ἐκόμιζε. Πολεμιώτα. Κτον δέ ἐστι τοῖς ὄφεσι τοῦτο τὸ ζῶον· φεύγουσι τε γὰρ ἐπερχομένας, καὶ ἀνθιστάμενοι καθάπερ ὑπ´ ἐλάφων ἁρπαζόμενοι καταπίνονται. Χειροήθεις δέ εἰσιν αἰ ἴβεις, καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. Παρέρχεται οὖν διὰ τούτων τὴν θηροτρόφον γῆν. Συμβάλλει τοῖς Αἰθίοψι, κατά τινα νῆσον διάγουσι δυσπόρθητον οὕσαν διὰ τὸ ποταμοῖς περιῤῥέεσθαι. Θάρβις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ δεξιῶς ἀπομαχόμενον ὁρῶσα τὸν Μωσέα εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ. Καὶ περιόντος τοῦ πάθους πέμπει τοὸ- αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους, διαλεΚγομένη περὶ γάμων καὶ τὴν πόλιν προδιδοῦσα γίνεται ταῦτα, τελεῖται τὰ τοῦ γάμου. Τοὺς Αἰθίοπας ἀναιρεῖ, καὶ τοὺς Αἰγυπτίους εἰς τὴν ἑαυτῶν ἀπάγει γῆν. Ἔκτοτεοὖν φθόνος κατὰ Μωσέως· ἐπτοοῦντο γὰρ μήποτε κατ´ Αἰγυπτίων νεωτερίσῃ. Μανθάνει ταῦτα, καὶ λαθὼν ἔξεισιν ἐκεῖθεν, καὶ τῶν ὁδῶν φυλασσομένων διὰ τῆς ἐρήμου ποιεῖται τὸν δρασμόν Εφίσταται τῷ φρέατι ἔνθα τοῦ Ῥαγουὴλ αἱ θυχατέρες τὰ θρέμματα ἐπότιζον. Ἀνήνεκται τῷ Ῥαγουὴλ τὰ περὶ τοῦ Μωσέως, τίς τε ἡν καὶ ὅπως ταῖς αὐτοῦ θυγατράσιν ἐπαμῦναι οὐκ ὤκνησεν· ἐφ´ ᾧ καὶ γαμβρὸν τὸν Μωσέα ποιεῖ. Ὁ μέντοι Μωσῆς τοιούτων τυχών τῶν παρὰ τοῦ Ἰοθόρουτοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουήλῳ διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. Τηνικαῦτα καὶ κατ´ αὐτὸ τὸ Σίναιον περιάγει αὐτὰ, ἔνθα καὶ τὸν Θεὸν ὁρᾷ ἐκ τῆς βάτου καλοῦντα αὐτόν· Ὁ Θεὸς ἀποστέλλων πρὸς Φαραὼ τὸν Μωσέα, καὶ ὑπισχνούμενος συπαρεῖναι αὐτῷ, πρὸς πίστιν τοῦ λόγου εἰς δράκοντα μεταβάλλει τὴν ῥάβδον αὐτοῦ. Ὁ μέντοι Μωσῆς παῤῤησιασάμενος πρὸς Φαραὼ, τὴν ῥάβδον αὐτοῦ κατὰ γῆς τε ῥίπτει καὶ εἰς ὄφιν μεταβάλλει. Οὐκοῦν περιιοῦσα τὰς τῶν Αἰγυπτίων ῥάβδους, αἱ δράκοντες ἐδόκουν, κατήσθιε. Καὶ οὕτω μὲν ὁ Ἰώσηπος, ὁ δὲ Νυσσαεὺς θεῖος Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἐπὶ μὲν τῆς βάτου καὶ τοῦ Ἰσραὴλ ὁ Θεὸς τὴν ῥάβδον εἰς ὅφιν μεταβάλλει, ἐπὶ δὲ τοῦ Φαραὼ εἰς δράκοντα, Ἰνα τῷ μεγέθει καταπλήξῃ αὐτούς. Δῆλον δὲ ὅτι ἀληθὲς τοῦτο τὸ σημεῖον ἦν, τὸ δὲ τῶν μάγων φαντασία · διὸ καὶ κατεπόθη ὑπὸ τῆς ἀληθείας ἡ φαντασία. Ἀλλ´ οὐκ ἐντεῦθεν ὁ Φαραὼ πείθεται, μαίνεται","prev":{"citation":"Annales 179","label":"179","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/179","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/179"},"next":{"citation":"Annales 181","label":"181","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/181","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/181"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}