{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 181","citation":"Michael Glycas, Annales 181","ref":"181","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/181","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/181","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/181.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":317,"text":"Ρε ἀεὶ νίαρίς. δὲ μᾶλλον καὶ τοῖ- Ἰουδαίοις ἐπὶ πλέον ἐπιτίθεται Ὅθεν καὶ μαστίζει αὐτὸν ὁ Θεός. Ταῖς ἐπενεχθείσαις δὲ κατ´ αὐτοῦ μάστιξι καὶ τοιαύτην λέγει προσεῖναι μάστιγα· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφ´ ὡν. ἐκεῖνοι κακῶς ἀπώλοντο, μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάΠερὶ τῶν δέκα πληγῶν. Αἰ πληγαὶ δὲ, ἀγαπητὲ, ἃς ὁ Θεὸς ἐπήνεγκε τῷ Φαραὼ μὴ πειθομένῳ τὸν λαὸν ἀπολῦσαι, δέκα τὸν ἀριθμὸν κατὰ τὸ ἐν Ἐξόδῳ γεγραμμένον εἰσί· δέκα καὶ νὰρ κολάζει πληγαῖς διά γε τὸν τέλειον ἀριθμὸν τοὺς ἡμαρτηκότας τὰ τέλεια. Καὶ πρώτη μὲν ἡ τῶν ἐν Αἰγύπτῳ πάντων ὑδάτων εἰς αἷμα μεταβολή. Διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἐξ ὑδάτων αὐτοὺς τὰ πρῶτα κολάζει ὁ Θεός; Διότι τὸ ὕδωρ διαφερόντως ἐτίμων, ἀρχὴν τοῦτο τῆς τῶν ὄλων γενέσεως εἶναι οἰόμενοι. Ἔνθεν τοι καὶ πολλοὶ τηνικαῦτα τῶν ἀνθρώπων ἐφθάρησαν· ἐπὶ γὰρ ἑπτὰ ἡμέρας ἡ πάντων τῶν ὑδάτων ἐξαιμάτωσις ἐπεκράτησε, τοῦ Ἀαρών διὰ τῆς βακτηρίας, καθὼς ἐλάλησε Κύριος, τὸ τέρας τοῦτο τελέσαντος. Ὅτι δὲ οὐ κατὰ φαντασίαν ἐρυθρὰ τὰ ὕδατα γέγονεν, ἀλλὰ καὶ ἡ γεῦσις αὐτῶν μετεβλήθη καὶ ἄλλη ἐξ ἄλλης ἐγένετο, ἡ τῶν ἰχθύων τελευτὴ τοῦτο δεδήλωκε· «Καὶ οἱ ἰχθύες» γάρ φησιν «οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμὸς, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου, » Λευτέρα πληγὴ ἡ ἐξ ὑδάτων τῶν βατράχων ἀνάδοσις. «Καὶ ἐξέτεινε,» γάρ φησιν, «ὁ Ἀαρὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου, καὶ εἰσήρχοντο εἰς τοὺς οἴκους αὐτῶν καὶ εἰς τὰ ταμεῖα αὐτῶν.» Ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίησαν ταῖς φαρμακείαις αὐτῶν, καθὼς δὴ καὶ ἐπὶ τῇ ἐξαιματώσει τοῦ ὕδατος. Ἀλλ´ ἱκέτευε Φαραὼ τὸν Μωσέα δεηθῆναι τοῦ Θεοῦ περὶ τοῦ δοῦναι αὐτῷ τῶν βατράχων ἀπαλλαγήν· οἰον γὰρ κακὸν οἱ βάτραχοι τῶν ὑδάτων ἀποξενωθέντες κα ε ἐπὶ πλεῖστον ἀποχερσωθέντες, ἑρπετῶν ἰοβόλων κατ´ οὐδὲν διαφέρουσι. Γίνεται ταῦτα, δέεται τοῦ","prev":{"citation":"Annales 180","label":"180","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/180","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/180"},"next":{"citation":"Annales 182","label":"182","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/182","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/182"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}