{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 184","citation":"Michael Glycas, Annales 184","ref":"184","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/184","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/184","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/184.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":366,"text":"δυνάμενοι, τῷ Φαραὼ κατεβόων, ἐφ´ ᾧ καὶ τὸν λαὸν ἄκων ἀπέλυσε, Πλὴν ἐπὶ τούτοις, ἀγαπητὲ, μὴ ἀνθίστασο, μηδὲ λέγε ὅτι Εἰ ὁ Θεὸς σκληρύνει τὴν καρδίαν Φαρα, τίνος ἕνεκεν ἐπιμέμφεται αὐτῷ σκληρυνομένῳ; Γiνωσκε γὰρ ὅτι ἡ ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς κωρώσεως αὐτῷ γέγονεν, ὡς ὁ μέγας φησὶ Βασίλειος. Οὐδὲ γὰρ εἴκουσαν τὴν ἐκείνου καρὸίαν λα βὼν καὶ παιθομένην αὐτοῦ τοῖς προστάγμασι, πρὸς δὴ σκληρὸν καὶ ἀπειθὲς μετεπλάσατο. Τῇ μακροθυμίᾳ λοιπὸν ἐπὶ πλέον ἐποίει ταύτην σκληρύνεσθαι. Ὅρα γὰρ ὡς ἐπειδὰν ἐπῆγεν ἐπ´ αὐτὸν τὰς πληγὰς,, ἀπολύειν τὸν λαὸν ἐπηγγέλλετο, ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτὸν, ἐσκληρύνετο. Ὃ δὴ καὶ ἡ Γραφὴ σημαίνουσα ἔλεγεν· «Ἰδὼν δὲ Φαραὼ ὅτι Γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. Ἀλλὰ καὶ αὐτοῦ λέγοντος ἄκουσον τοῦ Θεοῦ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸν ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Μὴ λέγε διαπορούμενος, Ἵνα γνωρίζῃς τὴν δύναμίν σου, κολάζεις ἄνθρωπον; Ἄφες αὐτὰ, καὶ πρόσχες τῷδε τῷ ὑποδείγματι. Ἡ ἰατρικὴ τέχνη ὡφέλιμόν τι ποιῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζουσα ζῶντας ἀνθρώπους ἀνέτεμεν. Ἀλλ´ ἧν μὲν καὶ τοῦτο ἄδικον, τὸν διὰ τὴν ἐτέρων σωτηρίαν ζῶντας ἄλλους θύεσθαι. Τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; Τὸν κατακριθέντα θανάτῳ ὑποπεσεῖν διὰ λῃστείαν ἢ φαρμακείαν, τοῦτον λαμβάνοντες ἀνέτεμνον ζῶντα, οὔτε ἀδικοῦντες τὸν κολαζόμενον καὶ τῇ ἀνθρωπίνῃ φύσει βοήθειαν ἐφευρίσκοντες. Ἀνέτεμνον οὖν ἐκεῖνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. Οὕτω μὲν οὖν καὶ ὁ ἀριστοτέχνης Θεὸς διὰ τοῦ ἀνιάτως ἡμαρτηκότος Φαραώ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γενομένους ἄριστα θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν ἐκείνοῦ τιμωρίαν αὐτοῖς παρεχόμενος. Καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν δεκάτην πὸηγὴν θύουσι τὸν πρόβατον Δἱ Ἑβραῖοι καὶ οὕτω τῆς Αἰγύπτου ἐξίασι κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης. Ἐφ´ ὧ καὶ νῦν ἔτι κατὰ τὸν ἔθος οὕτω θύουσι, τὴν ἑορτὴν τοῦ Πάσχα καλοῦντες· σημαίνει δὲ ὑπερβασίαν. Ἀλλ´ ὡς Ἰώσηπος φησι, διότι κατ´ ἐκείνην τὴν ἑσπέραν ὁ Θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. Φεύγοντες δ´ οὖν οἱ Ἐβραῖοι, καὶ μηδενὸς τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ´ αὐτῶν ἄρτοις διετοέφοντο. Καὶ τούτοις ἐπὶ τριάκοντα ἡμέραις ἐχρήσαντο · πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσαν χρόνον αὐτοῖς","prev":{"citation":"Annales 183","label":"183","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/183","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/183"},"next":{"citation":"Annales 185","label":"185","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/185","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/185"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}