{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 188","citation":"Michael Glycas, Annales 188","ref":"188","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/188","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/188","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/188.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":412,"text":"Βασίλειος, κελεύεται διὰ τὴν ἐν τῷ ὕδατι ἀντιλογίαν ἐλθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ, ὃ καὶ Ναβαῦ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἐκεῖ τελευτῆσαι. Οὐδὲ γὰρ συγχωρεῖ τὴν ἐκείνου πελειλτὴν ὁ Θεὸς γενέσθαι κατάδηλον, ἵνα μὴ τὰ ὀστᾶ ἐκείνου λαβόντες οἱ τὸν μόσχον προσκυνήσαντες θεοποιήσωσιν αὐτά. Τοῦτον μέντοι τὸν θειότατον δηλαδὴ ωσέα καὶ παρὰ θείων ἀγγέλων ἐνταφιασθῆναι ἂί μέγας φησὶν Ἐπιφάνιος. Εἰ γὰρ καὶ ἐπέστη τηνικαῦτα ὁ διάβολος, καθά φησιν Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ, ζητῶν τε αὐτὸν ὡς φονέα καὶ ὡς ἀντιλογίᾳ θανόντα, ἀλλ´ ἀνθίσταται ὁ ἀρχιστράτηγος Μιχαὴλ, καὶ «Ἐπιτιμήσαι σοι ὁ Κύριος» λέγει πρὸς αὐτόν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ποῦ θήσομεν τὰ τοῦ Ἰωσήπου, ἢ πῶς αὐτὰ παραδεξόμεθα· Ὅμως μέντοι προσθετέον τοῖς ἄνω καὶ ταῦτα διὰ´ εἴδησιν. Παράγει γὰρ τὸν Μωσέα κατὰ τὸν τοὺ θανάτου αὐτοῦ καιρὸν καὶ τάδε κατὰ ῥῆμα πρὸς τὸν λαὸν έγοντα· «Ἄνδρες συστρατιῶται, ἐπεὶ τῷ Θεῷ δοκοῦν Ἐδη καὶ τῳ γήρᾳ, χρόνων ρκ καὶ εʹ ἠνυσμένων, δεῖ. με τοῦ ζῇν ἀπελθεῖν, ὑποτίθημι καὶ νῦν τὰ δέοντα. πρὸς ὑμᾶς, ἄπειμι δ´ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς.» Πορευομένῳ δὲ αὐτῷ οὗ ἔμελλεν ἀφανισθῆναι, πάντες εἵποντο δεδακρυμένοι Ἀσπαζομένου δὲ αὐτοῦ καὶ τὸν Ἐλεάζαρον καὶ Ἰησοῦν καὶ προσομιλοῦντος αὐτοῖς, ἔτι δὲ ἐπὶ τοῦ ὄρους τοῦ Ἀβαρὶμ, νέφους αἰφνίδιον ὑπὲρ αὐτοῦ στάντος ἀφανίζεται κατά τινος φάραγγος. Καὶ ὁ μὲν Ἰώσηπος Ὁ δέ γε Μωσῆς τελευτῶν ἐπιτίθησι τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱὸν, καίτοι γε προμαρτυρηθέντα Πνεῦμα ἅγιον ἔχειν. Ἀφ´ οὐ δὴ καὶ νόμος κεκράτηκεν ὥστε τοὺς ἀρχιερεῖς χεῖοας ἐπιτιθέναι τοῖς χειροτονουμένοις, καὶ οὕτω θείας χάριτος μεταλαμβάνειν αὐτούς· «Καὶ θήσεις, γάρ φησι, τὰς χεῖράς σου ἐπ´ αὐτόν.» Τούτου δὲ τοῦ Ἰησοῦ συμμαχοῦντος τοῖς Γαβαωνίταισἐστράτευσαν χάρ τινες κατ´ αὐτῶν ὡς δῆθεν αὐτομολησάντων τῷ Ἰησοῦ θαῦμα περὶ τὸν ἥλιον γέγονεν ἐν τῷ μεσουρανήματι · καὶ γὰρ ἔστη τῆς πρόσω φορᾶς ἡμέρας ὁλοκλήρου διάστημα. Εἰ δὲ καὶ σὲ μετὰ τῶν ἄλλων ἀπορία κατέχει διὰ τί τεσσαράκοντα ἔτη τὸ τῶν Ἑβραίων γένος ἐξιὸν ἐξ Αἰγύπτου ἀνὰ τὴν ἔρημον ἐπλανᾶτο, ἄκουε· ἐν γὰρ τῇ βίβλῳ τῶν Ἀριθμῶν σαφής ἡ αἰτία σοι πρόκεισαι Τῶν παρὰ Μωσέως ἀποσταλέντων εἰς κατα. σκοπὴν τῆς τῶν Χαναναίων γῆς ὑποστρεψάντων, καὶ τὸν λαὸν ἐκφοβησάντων ἐπὶ τοσοῦτον ὥστε καὶ τολλὰ κατὰ Θεοῦ γογγύσαι, ἄνευ τοῦ Χάλεβ καὶ τοῦ Ἰησοῦ, εἶπεν ὁ Θεός· «Οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐφ´ ἣν ἐξέτεινα τὴν χεῖρά μου ἀλλ´ ἢ Χάλεβ καὶ Ἰλσοῦς ὁ τοῦ Ναυῆ καὶ τὰ παιδία ἃ εἴπατε εἰς διαρπαγὴν ἔσεσθαι. Ὑμῶν δὲ τὰ κῶλα πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ. Οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι","prev":{"citation":"Annales 187","label":"187","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/187","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/187"},"next":{"citation":"Annales 189","label":"189","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/189","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/189"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}