{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 189","citation":"Michael Glycas, Annales 189","ref":"189","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/189","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/189","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/189.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":413,"text":"ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, καὶ ἀνύσουσι τὴν πορείαν ὑμῶν, ἕως ἂν ἀναλωθῶσι τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν ἀριθμὸν. τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, καὶ γνώσεσθε τὸν θυμόν μου.» Μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἶπον εἰς διαστροφὴν τοῦ λαοῦ· «Ἐκεῖ εἴδομεν τὴν γενεὰν τοῦ Ἐναάκ, ἄνδρας ὑπερμήκεις, γίγαντας, ὧν ἐνώπιον ἦμεν ὡσεὶ ἀκρίδες.» φερον δὲ καὶ βότρυν ἐκεῖθεν ὑπερμήκη τοσοῦτον ὡς ἐπ´ ἀναφορεῦσιν αὐτὸν βαστάζεσθαι. Ὅτι δὲ παιδευόμενος ὁ Ἰσραὴλ κατὰ θείαν ὀργὴν τοσοῦτον ἐν ἐρήμῳ διεβίβασε καιρὸν, καὶ τοῦ μεγάλου Κυρλλου λέγοντος ἄκουε. Ἐν γὰρ τῇ Περὶ τῆς ἐν πνεύματι λαοῦ. τρείας βίβλῳ αὐτοῦ καὶ τάδε φησὶν, ὅτι προσκρούσας ὁ Ἰσραήλ τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο κατὰ τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ Θεὸς μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ τοῦτο διὰ τοῦ Δαβὶδ ἔδειξεν εἰπών, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Καὶ ἦν ὄρος αὐτοῖς τῆς ὁργῆς, καθὼς ἄνωθεν εἴρηται Παρῳχηκότος δὲ τοῦ καιροῦ λέλυται μὲν ἡχόργὴ, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν καὶ εἰσέβησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. Τύπος ἄρα καὶ τοῦδε σαφὴς τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαί τινας· ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρὸς, διάβασιν ἡμῖν εἰσφέρων Ἰορδάνου τὴν μυστικήν. Μετὰ γὰρ τεσσα. Κράκοντα ἔτη κἀκεῖνοι τὸν Ἰορδάνην διέβησαν. Οὗτος μὲν οὖν ὁ τοῦ Ναυῆ Ἰησοῦς Αὐσῆς πρότερον ἐκαλεῖτο, ὑποστρέψας δὲ ἀπὸ τῆς κατασκοπῆς παρὰ τοῦ Μωσέως μετονομάζεται. Τούτῳ δὴ τοῦ Ἰησοῦ μετά γε τεσσαράκοντα ἔτη ἃ διεβίβασεν ἐν τῇ ἐρήμῳ, λέγει ὁ Θεός· «Καθίσας περίτεμε τὸν λαὸν μαχαίραις πετρίναις, καὶ οὕτω τὸν Ἰορδάνην διάβηθι.» Ὁ γὰρ Μωσῆς περᾶσαι οὐ συνεχωρήθη, καίνοι πολλὰ περὶ τούτου τοῦ Θεοῦ δεηθείς. Μετὰ γὰρ τὸ λαλῆσαι τὰ τῆς ᾠδῆς τῷ λαῷ, εἶπε πρὸς αὐτὸν ῥ Θεός· «Ἀνάβηθι εἰς τὸ ὄρος Ἀραβίμ. Τοῦτο ὄρος Ναβαῦ κατὰ πρόσωπον Ἰεριχώ. Καὶ ἴδε τὴν γῆν Χαναὰν, καὶ τελεύτα, ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὥρ τῷ ὄρει διότι ἠπειθήσατε τῷ ῥήματί μουἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» Ὅτι δὲ ἐδέετο τοῦ Θεοῦ περᾶσαι τὸν Ἰορδάνην, «Καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου. Καὶ εἶπε Κύριος πρός με, Ἱκανούσθω σοι, μὴ προσθῇς ἕτι λαλῆσαι τὸν λόγον τοῦτον. Ἀνάβαινε γὰρ εἰς τὸ ὄρος, καὶ ἴδε τοῖς ὁφθαλμοῖς, ἄσι αὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.» Καὶ τί δήποτε διὰ μικρὰν πλημμέλειαν πόῤῥωθεν ἰδεῖν ὁ Μωσῆς προσετάχθη τὴν γῆν, τὸν δὲ λαὸν εἰσαγαγεῖν ἐκωλύθη; Διδάσκει ἡμᾶς ὁ Δεσπότης διὰ τούτων ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀκρίβειαν ἀπαι τεῖ· «Ὁ μὲν γὰρ ἐλάχιστος, φησὶ σοφία Σολομῶνοοιοοογ","prev":{"citation":"Annales 188","label":"188","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/188","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/188"},"next":{"citation":"Annales 190","label":"190","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/190","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/190"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}